Humanitext Reader

普鲁塔克 · 水火孰更为有用 §1-5

火与水的比较及水对生命的不可或缺性

第 1 段,共 3 段 · 希腊语

内容简介

文章通过引用古代诗人和哲学家的言论,对比了火与水的实用性,论证了水在所有季节、生命形式以及自然生长中都具有普遍的不可或缺性。

§1" Ἀριστον μὲν ὔδωρ ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ " φησιν ὁ Πίνδαρος· ὥσθʼ οὗτος μὲν δευτέραν ἄντικρυς τῷ πυρὶ χώραν ἔδωκε·
“水是最优秀的,而黄金如炽烈之火” 宾达如是说;因此,他显然将第二位赋予了火。
συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπών " ἤτοι μὲν πρώτιστα χάος γένετο· " τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον τὸν τρόπον παρὰ τὴν χύσιν.
而赫西俄德也表示赞同,说道: “确实,最先产生的是混沌;” 因为在大多数人看来,他是根据“流动”(chysis)以这种方式来命名“水”(chaos)的。
ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον· ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι, καὶ οἷον σπέρμα τοῦτʼ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν.
然而,双方证人的证言是均等的;因为也有人宣称火是万物的本原,并且它就像种子一样,从自身产生一切,并在大火灾(ekpyrosis)时将一切收回自身。
ἀφέμενοι δὲ τῶν ἀνδρῶν, σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς.
且不管这些人,让我们考查一下支持每一方的论点,看它们把我们引向何方。
§2Ἆρ᾽ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πὰντοτε καὶ διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ ἐργαλεῖον καὶ ὄργανον, καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς καιροῦ παρὼν ἕτοιμος;
难道那件我们随时、持续且最大程度需要的东西不是更有用吗? 它就像一个工具或仪器,凭宙斯起誓,又像一个在任何时刻、任何季节都在身边准备提供帮助的朋友。
καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δʼ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· τοῦ δʼ ὕδατος χρεία καὶ χειμῶνος καὶ θέρους καὶ νοσοῦσι καὶ ὑγιαίνουσι, νυκτὸς καὶ μεθʼ ἡμέραν καὶ οὐκ ἔστιν ὅτε ἄνθρωπος οὐ δεῖται·
事实上,火并非总是适用的,有时我们甚至会觉得它是负担而避开它;而水则是冬夏皆需,病健皆需,黑夜白昼皆需,没有哪一个时刻人是不需要它的。
ἀμέλει τοὺς ἀποθανόντας ἀλίβαντας καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος τουτέστιν ὑγρότητος, καὶ παρὰ τοῦτο τοὺς στερουμένους τοῦ ζῆν.
事实上,人们称死者为“无流者”(alibantes),认为他们缺少流滴(libas),即水分,并因此失去了生命。
καὶ ἄνευ μὲν πυρὸς ἦν πολλά, ὕδατος δʼ οὐδέποτʼ ἄνθρωπος.
而且,在没有火的情况下也有许多东西存在,但没有水,人类决不能存在。
ἔτι δὲ τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώπων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὅντως ἀναγκαῖον ἡ φύσις ἔδωκε· τὸ δὲ περιουσίᾳ τῆς χρήσεως τέχνη καὶ μηχανή τις εὗρεν.
再者,从一开始就与人类最初建立同时存在的东西,比后来发现的东西更有用;因为很明显,大自然赐予了真正必要的东西,而艺术和某种发明则为了使用的富余而发现了另一种东西。
ὕδωρ μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὅτʼ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται θεῶν ἢ ἡρώων σχεδὸν γὰρ γενομένων εὐθὺς ὑπῆρχε καὶ τὸ γεγενῆσθαι παρεῖχεν.
因此,对于水,不能说有哪一个时期是人类所没有的,神明或英雄中也没有哪一位被说是它的发明者;因为可以说,人类一产生它就立即存在,并使“产生”本身成为可能。
ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως· · ʼ βίος πυρός, οὐκ ἄνευ δʼ ὕδατος ἦν.
而火的使用,人们说是“昨天或前不久”由普罗米修斯带来的补写……没有火生活照样存在,但没有水却不行。
καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθʼ ἡμᾶς βίος· ἔστι γὰρ ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαιταν, ἄοικα καὶ ἀνέστια καὶ ὑπαίθρια· καὶ Διογένης δʼ ὁ κύων ἣκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα καταπιὼν ὠμόν οὕτως ὑπὲρ ὑμῶν εἶπεν ὦ ἄνδρες, παραβάλλομαι.
而我们的生活证明了,这个神话并非虚构;因为有某些人类族群在没有火的情况下生活,他们无家无灶,露天栖息;犬儒迪奥根尼也极少使用火,以至于当他吞下生章鱼时,这样说道:“诸位,我为了你们在冒险啊。
χωρὶς δʼ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν οὔτε δυνατόν.
”但没有水,没有人认为能过上美好的生活,甚至认为根本无法生存。
§3καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν;
我何必拘泥于细枝末节,去一一探讨人类的本性呢?
πολλῶν γὰρ ὄντων, μᾶλλον δʼ ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς· νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός·
因为在众多、或者说无数的物种中,几乎只有人类懂得使用火,而其余的物种则过着无火的生活,吃着无火的食物,它们的生命——无论是放牧、飞翔还是爬行——都靠根茎、果实和肉类维持,无需用火;但若是没有水,无论海中、陆地还是空中的生物都无法生存。
ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης, τῷ γʼ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ.
因为即使是肉食动物——亚里士多德说其中有些不喝水——也是靠利用其体内的水分来存活的。
τοῦτʼ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει.
因此,那没有它任何生命形式都无法立足和存续的东西,才是更有用的。
§4μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθʼ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς.
让我们从使用者转向被使用的东西:植物和果实。
τούτων ἃ μὲν οὐδʼ ὅλως θερμοῦ μετείληφεν, ἃ δʼ ἣκιστα καὶ ἀδήλως· ἡ δʼ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθʼ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται;
在这些东西中,有些完全不含有热,有些则极少且不易察觉;但湿润的本性则提供了一切的萌芽、生长和结果。 我又何必去一一列举葡萄酒、橄榄油以及其他所有我们收获、挤奶和采蜜的东西呢? 这些都是显而易见的事,何况连麦子(pyros)——这看似属于干燥食物的东西——也是通过水分的转化、发酵和扩散才得以产生的呢?
§5καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει.
而且,那绝不带来伤害的东西显然更有用。
πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος φύσις οὐδέποτε βλαβερά.
流动的火最具毁灭性,而水的本性却绝无害处。
καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν.
而且,在两者之中,那更便宜、且无需任何准备就能提供自身益处的东西更为有益;因为来自火的益处需要供给和燃料;因此,富人比穷人、君王比平民更多地享有火;但水也具有这种人道的品质,即平等与公正;因为它既不需要仪器也不需要工具,是无求于外、自足自圆的善物。

词汇与语法注释

  1. 10χάος ... παρὰ τὴν χύσιν — 指古代的一种通俗语源学解释,即将赫西俄德《神谱》中的“混沌”(χάος)与“流出、流滴”(χέω/χύσις)联系起来,从而被早期的自然哲学家和注解家解释为“水”。
  2. 956aἀλίβαντας — 指死者的诗意表达。根据民间语源学,它由否定前缀 α- 和表示“水分、流滴”的 λιβάς 构成,意为“失去水分的人”,与尸体干燥的状态相联系。
  3. 20· ·ʼ βίος πυρός — 手稿传统中的脱文(lacuna)或损坏处。根据上下文,可以推测原文可能是“无火的生活”(ἄπυρος βίος)之类的表达,用以完成“生活曾没有火,但不能没有水”的对比。
  4. 25ὁ πυρός — 意为“小麦、谷物”的阳性名词,在发音和拼写上与中性名词“火”(τὸ πῦρ)非常相似。作者利用这一双关语(pun),幽默地论证了即使是看似属于干燥食物的小麦,也是由水分产生的。

引用这一段

普鲁塔克, 水火孰更为有用 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg128.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。