§10ἀπʼ ἄλλης ἀρχῆς.
从另一个起点开始。
πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ τοὐναντίον ἐμποδὼν γίγνεται κατασβέννυσι γὰρ καὶ διαφθείρει.
就火作为火的使用而言,我们不需要水,反而水会成为阻碍;因为水会熄灭并毁灭火。
ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμανθὲν γὰρ ὡφελιμώτερον, οὕτω δὲ βλαβερόν.
然而,在大多数情况下,水的使用离不开火;因为加热后的水更有用,而在原本的状态下是有害的。
ὥστε δυεῖν ἄμεινον ὃ ἀφʼ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον.
因此,在两者之中,那能凭自身提供用途而不需依赖另一方的元素更好。
ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ θίξιν λουσαμένοις ἢ νιψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως· καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμενον, ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς χρείας αὐτοῦ καὶ τὴν πολυτέλειαν.
此外,水仅通过触觉以单一方式对沐浴或洗涤的人有用,而火则通过每一种感官起作用;因为火既通过触觉,也通过从远处被看见而起作用,从而在火的其他用途之外,还增添了其华美。
§11τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυρὸς οὐδʼ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος.
因为说人类有时可以没有火而存在——实际上,人类根本无法存在。
διαφοραὶ δʼ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις.
正如在其他事物中一样,人类内部也存在着种族的差异。
καὶ τὴν θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, ἐπεὶ κατʼ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε.
而且,热量使海洋变得更有用,因为它比其他水更温热,否则海水分凭自身与其余的水毫无区别。
καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ τοῦθʼ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός.
而那些不需要外部之火的人,并非因为不需要火才处于这种状态,而是因为他们自身内部的热量充沛且过剩;因此在这方面,自然而然地,对火的需要也更胜一筹。
τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπʼ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων ὁ παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον.
水绝非不需要外部之物,而火因其极大的优异性,甚至能自给自足。 因此,正如一位使城邦不需依赖外部盟友的将军更优秀一样,一个提供外部援助而自身往往不需要援助的元素也是更优越的。
τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται.
对于其他不需要火的动物,也应当这样说。
καίτοι γʼ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ μᾶλλον ἀνθρώποις λυσιτελέστερον;
然而,有人可能会得出相反的结论,认为那唯独由我们——最能通过理性把握更佳事物的人——所使用的东西才是更有用的;因为有什么比理性更有用,或者对人类更有利呢?
ἀλλʼ οὐ πάρεστι τοῖς ἀλόγοις.
但理性并不存在于无理性的动物中。
τί οὖν;
那又怎样?
διὰ τοῦθʼ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν;
难道它因为是通过更优者的眷顾而被发现的,就因此变得较无用吗?
§12ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέχνης τῷ βίῳ λυσιτελέστερον;
既然我们已经到了论证的这一步,那么对生活而言,有什么比技术更有利呢?
τέχνης δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι.
而火既发现并保存了所有的技术;因此人们将赫菲斯托斯奉为它们的始祖。
καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου, ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἣμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δʼ ἂν εἴποιμι διόπερ σκότος ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλʼ οὐδὲν ὄφελος ἀπὸ τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς ἡμέρας ἡμῖν παρεῖχεν ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν.
而且,在给予人类的时间和生命如此短暂的情况下,阿里斯顿说,睡眠就像税吏一样夺去了其中的一半;但我会说:因此,尽管人们在黑暗中彻夜保持清醒,但如果火不为我们提供白天的益处,并消除白昼与黑夜的区别,那么这种清醒就毫无用处。
εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον;
因此,如果对人类而言没有什么比活着更有利,而火又使之倍增,那么火怎能不是万物中最有用的呢?
§13καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον;
再者,在感官的体验中,其混和成分被分得最多的那一个,难道不是最有利的吗?
οὐχ ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατʼ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δʼ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;
难道你没有看见,如果没有混合了空气或火,任何感官自身都无法使用湿润的本性,而所有的感官都分得了火,火仿佛注入了生命力,特别是视力,它是通过身体的所有感官中最敏锐的,是火的点燃,而且它提供了对神明的信仰,此外,正如柏拉图所说,我们能够通过视觉,使灵魂契合天体的运动?