§7καὶ μὴν τεττάρων γε τῶν πρώτων ὄντων ἐν τῷ παντὶ σωμάτων, ἃ διὰ πλῆθος καὶ ἁπλότητα καὶ δύναμιν οἱ πλεῖστοι στοιχεῖα τῶν ἄλλων ὑποτίθενται καὶ ἀρχάς, πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, ἀναγκαῖόν ἐστι καὶ ποιότητας εἶναι τὰς πρώτας καὶ ἁπλᾶς τοσαύτας.
而且,既然全宇宙中存在着四个首要的物体,大多数人因其数量、单一性与力量而假定它们是其他事物的元素和原理——即火、水、空气和土——那么首要且单一的性质也必然是同样多的。
τίνες οὖν εἰσιν αὗται πλὴν θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης, αἷς τὰ στοιχεῖα πάσχειν ἅπαντα καὶ ποιεῖν πέφυκεν;
那么,除了热与冷、干与湿之外,这些性质还会是什么呢? 所有的元素在自然上正是通过这些性质来承受和施加作用的。
ὡς δὲ τῶν ἐν γραμματικῇ στοιχείων βραχύτητὲς εἰσι καὶ μακρότητες, τῶν δʼ ἐν μουσικῇ βαρύτητες καὶ ὀξύτητες, οὐ θάτερα τῶν ἑτέρων στέρησις, οὕτως ἐν τοῖς φυσικοῖς σώμασιν ἀντιστοιχίαν ὑποληπτέον ὑγρῶν πρὸς ξηρὰ καὶ ψυχρῶν πρὸς θερμά, τὸ κατὰ λόγον ἅμα καὶ τὰ φαινόμενα διαφυλάττοντας·
正如在语法元素中有短音和长音,在音乐元素中有低音和高音,且其中任何一方都不是另一方的匮乏一样,在物理身体中,我们也必须假定湿对干、冷对热的对应关系,以便同时维护合理性与现象。
ἢ, καθάπερ Ἀναξιμένης ὁ παλαιὸς ᾤετο, μήτε τὸ ψυχρὸν ἐν οὐσίᾳ μήτε τὸ θερμὸν ἀπολείπωμεν, ἀλλὰ πάθη κοινὰ τῆς ὕλης ἐπιγιγνόμενα ταῖς μεταβολαῖς·
或者,正如古老的阿那克西美尼所认为的那样,我们是否不该在实体中保留冷与热,而应将其视为伴随变化而产生的物质的共同状态?
τὸ γὰρ συστελλόμενον αὐτῆς καὶ πυκνούμενον ψυχρὸν εἶναί φησι· τὸ δʼ ἀραιὸν καὶ τὸ χαλαρόν, οὕτω πως ὀνομάσας καὶ τῷ ῥήματι, θερμόν.
因为他说,物质中收缩和凝固的部分是冷的,而稀疏与松弛的部分(他似乎也用这个词来命名)是热的。
ὅθεν οὐκ ἀπεικότως λέγεσθαι τὸ καὶ θερμὰ τὸν ἄνθρωπον ἐκ τοῦ στόματος καὶ ψυχρὰ μεθιέναι ψύχεται γὰρ ἡ πνσὴ πιεσθεῖσα καὶ πυκνωθεῖσα τοῖς χείλεσιν, ἀνειμένου δὲ τοῦ στόματος ἐκπίπτουσα γίγνεται θερμὸν ὑπὸ μανότητος.
因此,他说,人们常说人从口中既能吐出热气也能吐出冷气,这并非没有道理:因为当呼吸被双唇压迫和凝聚时就会变冷,而当口腔放松、呼出气体时,则因稀疏而变热。
τοῦτο μὲν οὖν ἀγνόημα ποιεῖται τἀνδρὸς ὁ Ἀριστοτέλης· ἀνειμένου γὰρ τοῦ στόματος ἐκπνεῖσθαι τὸ θερμὸν ἐξ ἡμῶν αὐτῶν, ὅταν δὲ συστρέψαντες τὰ χείλη φυσήσωμεν, οὐ τὸν ἐξ ἡμῶν ἀλλὰ τὸν ἀέρα τὸν πρὸ τοῦ στόματος ὠθεῖσθαι ψυχρὸν ὄντα καὶ προσεμπίπτειν.
然而,亚里士多德认为这是该人的错误;因为当口腔放松时,热气是从我们自身内部吐出的,但当我们紧缩双唇吹气时,被推动的并不是来自我们内部的气体,而是口前的空气,它本身是冷的并吹袭而来。
§8εἰ δʼ ἀπολειπτέον οὐσίαν ψυχροῦ καὶ θερμοῦ, προάγωμεν ἐπὶ τὸ ἑξῆς τὸν λόγον, ἥτις ἐστὶν οὐσία καὶ ἀρχὴ καὶ φύσις ψυχρότητος, ζητοῦντες·
但如果必须承认冷和热的实体,让我们在寻求冷的实体、原理和自然的同时,将讨论推进到接下来的内容。
οἱ μὲν οὖν, τῶν σκαληνῶν καὶ τριγωνοειδῶν σχηματισμῶν ἐν τοῖς σώμασι κειμένων, τὸ ῥιγοῦν καὶ τρέμειν καὶ φρίττειν καὶ ὅσα συγγενῆ τοῖς πάθεσι τούτοις ὑπὸ τραχύτητος ἐγγίγνεσθαι λέγοντες, εἰ καὶ τοῖς κατὰ μέρος διαμαρτάνουσι, τὴν γοῦν ἀρχὴν ὅθεν δεῖ λαμβάνουσι δεῖ γὰρ ὥσπερ ἀφʼ ἑστίας τῆς τῶν ὅλων οὐσίας ἄρχεσθαι τὴν ζήτησιν.
那些由于不规则三角形和三角形的形状存在于身体中,从而声称发冷、发抖、战栗以及所有与这些状态类似的现象都是由粗糙性产生的人,即使他们在细节上犯了错误,但至少他们是从应当开始的地方获得了原理;因为探究必须像从炉灶开始一样,从万物的实体开始。
ᾧ καὶ μάλιστα δόξειεν ἂν ἰατροῦ καὶ γεωργοῦ καὶ αὐλητοῦ διαφέρειν ὁ φιλόσοφος.
在这方面,哲学家似乎最能与医生、农夫和笛手区别开来。
ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι 1 τὸ γὰρ ἐγγυτάτω τοῦ πάθους αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔντασις ἢ παρέμπτωσις ἐρυσίβης δʼ ἣλιοι πυριφλεγεῖς ἐπʼ ὄμβρῳ βαρύτητος δὲ κλίσις αὐλῶν καὶ συναγωγὴ πρὸς ἀλλήλους, ἱκανόν ἐστι τῷ τεχνίτῃ πρὸς τὸ οἰκεῖον ἔργον.
因为对于那些人来说,观察最直接的原因就足够了;如果观察到与状态最近的原因——对于发烧是紧张或侵入,对于锈病是雨后的烈日,对于低音是长笛的倾斜和相互靠近——这对于手艺人完成其自身的工作来说就已经足够了。
τῷ δὲ φυσικῷ θεωρίας ἕνεκα μετιόντι τἀληθὲς ἡ τῶν ἐσχάτων γνῶσις οὐ τέλος ἐστὶν ἀλλʼ ἀρχὴ τῆς ἐπὶ τὰ πρῶτα καὶ ἀνωτάτω πορείας.
但对于为了沉思而追求真理的自然哲学者来说,对直接原因的认知不是终点,而是通往首要和最高事物的旅程的起点。
διὸ καὶ Πλάτων ὀρθῶς καὶ Δημόκριτος αἰτίαν θερμότητος καὶ βαρύτητος ζητοῦντες οὐ κατέπαυσαν ἐν γῇ καὶ πυρὶ τὸν λόγον ἀλλʼ ἐπὶ τὰς νοητὰς ἀναφέροντες ἀρχὰς τὰ αἰσθητὰ μέχρι τῶν ἐλαχίστων ὥσπερ σπερμάτων προῆλθον.
因此柏拉图和德谟克利特在探求热和重的原因时,也没有让讨论停留在土和火上,而是通过将感觉事物还原为理智原理,一直推进到了极小的、犹如种子的东西。