§9οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς τε καὶ Στράτων καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος αἰτίαν ὑποτιθέμενος.
然而,预先探讨这些被感觉到的身体是更好的,恩培多克勒、斯特拉同和斯多亚学派就在这些身体中确立了诸力量的实体——斯多亚学派将首要之冷归于空气,而恩培多克勒和斯特拉同则归于水;而另一个人也许会被看出是将土假定为冷的原因。
πρότερον δὲ τὰ ἐκείνων σκοπῶμεν.
但让我们先考察前者的观点。
ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχρὰν τʼ εἶναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερὸν οὕτω τῷ. θερμῷ τὸ ψυχρόν·
既然火既热又明亮,那么与火相反的自然就必须既冷又黑暗;因为正如黑暗与明亮相反,冷也与热相反。
ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινὸν οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν, 1 ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος.
因为正如黑暗混乱视觉,冷也混乱触觉,而热扩散触觉者的感觉,正如明亮扩散视觉者的感觉一样。
τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν.
因此,自然中首要黑暗的东西,也就是首要寒冷的东西。
ὅτι δʼ ἀὴρ τὸ πρώτως σκοτεινὸν ἐστιν, οὐδὲ τοὺς ποιητὰς; λέληθεν· ἀέρα γὰρ τὸ σκότος 1 καλοῦσιν
"
ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν οὐδὲ σελήνη
οὐρανόθεν προύφαινε· "
καἴπάλιν
"
ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπʼ αἶαν
"
καὶ πάλιν
"
αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δʼ ἐπέλαμψε· μάχη δʼ ἐπὶ πᾶσα φαάνθη.
而空气是首要的黑暗,这连诗人也没有忽略;因为他们把黑暗称为『空气』:『因为船只周围有深浓的雾气[空气],月亮也没有从天空显现;』又如:『他们身披雾气[空气],漫游整个大地,』又如:『他顿时驱散了雾气[空气],推开了浓雾,太阳普照,整个战场便显露出来。
"
καὶ γάρ
κνέφας
τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα· καὶ
νέφος
ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη· καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἅιδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν.
』因为他们确实将未照亮的空气称为『黄昏』(knephas),正如其名所示,它是缺乏光亮的;而『云』(nephos)则是聚集并凝缩的空气,因光亮的否定而得名;它也被称为『阴霾』(achlys)和『雾』(homichle);凡是不向感官提供光线透射的东西,都是空气的变体;而它那无形且无色的性质,则得到了哈得斯与阿刻戎的称号。
ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρὸς ἄλλο δʼ οὐδέν ἐστι· διὸ καὶ Τάρταρος οὗτος ὑπὸ ψυχρότητος κέκληται δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπὼν
"
τάρταρά τʼ ἠερόεντα· "
καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν
ταρταρίζειν
ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον.
因此,正如光亮消失时空气是黑暗的一样,当热离开时,留下来的东西是寒冷的空气,而非其他;因此,这塔尔塔罗斯也是因寒冷而得名;赫西俄德也通过说:『雾气沉沉的塔尔塔罗斯;』表明了这一点;而因寒冷而发抖和颤栗则被称为『tartarizein』(打冷战)。
这些说法便有着这样的道理。
§10ἐπεὶ δʼ ἡ φθορὰ μεταβολὴ τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ
πυρὸς θάνατος ἀέρος γένεσις
θνήσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ διʼ αὑτοῦ μαραινόμενον.
既然消灭是消灭之物向其各自对立面的某种变化,让我们看看这句话说得是否妥当:『火之死即空气之生』;因为火也像活物一样死亡,要么被暴力熄灭,要么自行枯萎。
ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον
ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ
λιγνὺς καὶ ἀναθυμίασις.
熄灭使得它向空气的转化更加明显;因为烟就是空气的一种形式,此外还有煤烟和蒸腾之气,正如品达所说:『用含脂的烟踢打空气』。
οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων,. τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀπο χεόμενον.
不仅如此,当火焰因缺乏滋养而衰退时,就像在灯盏上那样,可以看到其顶端流泻进黑暗而阴沉的空气中。
ἱκανῶς δʼ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ· πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου 1 μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.
而人们在洗浴或蒸气浴后泼洒冷水时升起的冷蒸汽,也充分表明了被消灭的热向空气的转化,因为空气在自然上与火相反;由此便可得出,空气首要是黑暗而寒冷的。
§11καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος· ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται
"
εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει.
而且,在因寒冷而在物体中产生的一切现象中,最剧烈也最强暴的结冰,虽然是水承受的状态,却是空气的作用;因为水本身易于流散、不易凝固且不稳定,但由于被冷气逼迫,它被空气紧缩并聚集起来;因此也有人说:『若南风召来北风,便立时下雪。
"
τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε.
』因为当南风准备好湿气作为质料时,北方的空气便承接并使之凝固。
καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.
这在雪的身上最为明显:因为它们先释放并呼出稀薄而寒冷的空气,然后才如此流动;亚里士多德也说,即使是铅块,在寒冬里只要有水接近,就会因寒冷而熔化流淌;然而,空气似乎是通过寒冷将这些物体挤压在一起,从而使其粉碎并破裂。