Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §4-6

关于冷是可感知之实体的论证

第 2 段,共 10 段 · 希腊语

内容简介

在第4-6节中,作者论证了冷并非仅仅是热的匮乏,而是一种独立的力量(本质)。其依据在于冷能被直接感知,并且它能给身体带来具体的差异(如快乐、痛苦以及与热的对抗)。

§4καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν.
而且,正如存在对热的感知一样,也存在对冷的感知;但匮乏既不可见,也不可听,不可触摸,也不能为其他任何感官所认识。
οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν.
因为感知是对某种本质的感知;而在本质不显现的地方,匮乏便被设想出来,它是本质的否定,正如失明之于视觉,静默之于声音,空无之于身体。
οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν·
因为通过触觉无法感知空无,而是在没有身体接触发生的地方,产生了对空无的设想;我们也不是听到静默,而是即使什么也听不到,我们也会设想静默。
ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως;
同样,对于盲者、裸体者、无武装者并没有感知,而是通过感知的否定产生的设想。
ἀποφάσει νόησις 1 ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις·
1 因此,如果冷真的是热的匮乏,那么本不该有对冷物的感知,而应当在热缺席的地方设想冷。
εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.
但如果说,正如热因温暖和肌肉的舒张而被感知一样,冷因收缩和凝固而被感知,那么显而易见,冷也像热一样,有其独特的原理和源泉。
§5ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δʼ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δʼ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν.
此外,关于每种形式的匮乏都是单一而简单的,而本质则具有更多的差异和力量。 因为静默是单一形式的,而声音则是多样的,时而扰乱,时而取悦感官。
ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτʼ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δʼ ἀναφὲς καὶ ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλʼ ὅμοιόν ἐστιν.
色彩和形状也具有这样的差异,它们在不同的时刻给接触它们的人带来不同的状态;但那不可触摸、无色且完全无性质的东西没有差异,而是一致的。
§6ἆρʼ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν, ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφʼ ὧν οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δʼ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, ἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται, κρατοῦν δὲ τοῦ ψυχροῦ διάχυσιν παρέχει καὶ ἀλέαν τῷ σώματι μεθʼ ἡδονῆς, ὅπερ Ὅμηρος ἰαίνεσθαι κέκληκεν;
那么,冷是否类似于这些匮乏之物,以至于在它引起的状态中不产生差异? 还是相反,冷物不仅给身体带来巨大且有益的快乐,也带来剧烈的伤害、痛苦和沉重? 在这些作用下,热并不总是逃避和退去,而是常常被困住,进行抵抗和战斗。 它们战斗的名字叫“寒战”和“发抖”,而在热战败时,则会产生凝固和麻木;但当热战胜冷时,它给身体带来舒展和温暖,并伴随着快乐,这正是荷马所称的“变温和”?
ἀλλὰ ταῦτά γε παντὶ δῆλα·
但这些事情对每个人来说都是显而易见的。
καὶ τούτοις οὐχ ἥκιστα τοῖς πάθεσιν ἐνδείκνυται τὸ ψυχρόν, ὅτι πρὸς τὸ θερμὸν ὡς οὐσία πρὸς οὐσίαν ἢ πάθος πρὸς πάθος οὐχ ὡς ἀπόφασις ἀντίκειται καὶ στέρησις, οὐδὲ φθορὰ τίς ἐστι τοῦ θερμοῦ καὶ ἀναίρεσις ἀλλὰ φθαρτικὴ φύσις καὶ δύναμις.
也正是通过这些状态,冷最清楚地表明,它与热的对立是实体对实体,或状态对状态,而不是否定和匮乏,它也不是热的某种毁灭和消亡,而是一种具有毁灭性的自然和力量。
ἢ καὶ τὸν χειμῶνα τῶν ὡρῶν καὶ τὰ βόρεια τῶν πνευμάτων ἐξέλωμεν, ὡς στερήσεις ὄντα τῶν θερμῶν καὶ νοτίων ἰδίαν δʼ ἀρχὴν οὐκ ἔχοντα.
或者,我们是否也该把季节中的冬季和风中的北风排除在外,认为它们只是热和南风的匮乏,而没有其自身的原理?

词汇与语法注释

  1. 947bἔδει — 无人称动词δεῖ的未完成过去时形式ἔδει在此处用于表示虚拟语气(与事实相反的理所当然的结论),即“(如果冷仅仅是热的匮乏)本不该存在对冷的感知(但实际上存在)”。
  2. 947cὑφʼ ὧν — 关系代词短语ὑφʼ ὧν(介词ὑπό + 复数属格)指代前文的“伤害、痛苦和沉重”,作为热(τὸ θερμόν)产生反应的原因。随后的被动分词ἐγκαταλαμβανόμενον与主语τὸ θερμόν一致,意为“热被(这些伤害等)困住”。

引用这一段

普鲁塔克, 论冷的原初原理 §4-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:4-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。