Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §18-20

从大地的固性与冻结现象看寒冷之源

第 9 段,共 10 段 · 希腊语

内容简介

论证寒冷与重、密、固等属性相关而非黑暗,通过凝固作用证明大地在本源上是寒冷的。此外,以季节性生活习惯以及井水、斯提克斯之水的极度寒冷为例,说明大地的寒冷如何传递给水和空气。

§18ἀλλʼ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν.
但这与所探求的问题是分离的;因为许多明亮之物已被证明是寒冷的,而许多暗淡黑暗之物则是炎热的。
ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι.
相反,那些力量与寒冷更为亲近:重、密、固定、不变化,其中空气不分有任何一种,而大地比水分有更多,且分有全部。
καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον.
再者,最显而易见的迹象是,寒冷之物在感觉上是坚硬的、使之变硬的、且有抗性的。
ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων.
因为泰奥弗拉斯托斯记载,因寒冷而冻僵的鱼,如果被扔到地上,就会像玻璃或陶器那样碎裂瓦解。
, ἐν δὲ Δελφοῖς αὐτὸς ἢκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν, ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι.
在德尔斐,你自己也曾听说,那些登上帕纳塞斯山去救助因狂风暴雪而被困的梯亚德斯的人,他们的斗篷因结冰而变得如此坚硬且像木头一样,以至于在拉伸时甚至会折断和裂开。
ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ καὶ μαλακὰ τοῦ σώματος.
而极度的寒冷也会因不活动和坚硬而使筋腱难以弯曲,使舌头无法说话,甚至将身体柔软的部分也冻结起来。
§19ὧν βλεπομένων, σκόπει τὸ γιγνόμενον οὕτω.
看到这些,且按如下方式思考发生的事。
πᾶσα δήπου δύναμις, ἂν περιγένηται, πέφυκε μεταβάλλειν καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δʼ εἰς ὕδωρ ἐμπεσόν, ἂν μὴ διαφύγῃ,- καθυγραίνεται, συνδιαχεόμενον.
想必任何力量,如果占了上风,其本性都会改变并使被 vanquished(征服)之物转化为自身;因为被热所制服的变为了火,被风所制服的变为了空气,而落入水中的,如果未能逃脱,则会被彻底湿润并一同消融。
ἀνάγκη δὴ καὶ τὰ ψυχόμενα κομιδῇ μεταβάλλειν εἰς τὸ πρώτως ψυχρόν ἔστι δʼ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δʼ εἰς ἀγνωσίαν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν.
那么,被冷却之物也必然完全转化为本源上寒冷之物。 而冷却的极致便是凝固,凝固最终导致无知觉和石化,此时,寒冷已完全占了上风,水分被冻结出来,热量则被挤压出去。
ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω ταυτὶ δὲ·
因此,大地深处可以说是完全的冰块和结晶;因为纯粹且未被软化的寒冷在那里守家,被驱逐到离艾太尔最远的地方。
τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας, Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πυρὸς οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος· ἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι διὸ καὶ πάγοι καλοῦνται.
但是这些显现之物,如悬崖、峭壁和岩石,恩培多克勒认为它们之所以能站立并被支撑着,是因为在大地深处燃烧着的热火的顶托;但更显而易见的是,所有这些热量被挤出并飞散之物,都完全因寒冷而凝固了,因此它们也被称为冰冻物。
καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντων, τὸ θερμὸν ἐξέπεσε, πυρικαύστοις ἰδεῖν προσέοικε πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, μάλιστα δʼ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν.
许多物体的末端变黑,热量散失后,看起来就像被火烧过一样;因为寒冷使一些东西凝固得较多,另一些凝固得较少,而最严重的是那些本性上本源地存在着寒冷之物。
ὥσπερ γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον· εἰ δʼ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον·
因为就像如果使之变轻是热的特性,最轻的也就是最热的;如果使之变软是湿的特性,最软的也就是最湿的;同样,如果使之凝固是冷的特性,那么最凝固的(例如大地)就必然是最冷的。
οὕτως, εἰ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἷον ἡ γῆ τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρὸν ὥστε φύσει καὶ· πρώτως ψυχρὸν ἡ γῆ.
而最冷的自然也就是本性上且本源上寒冷的,因此大地在本性上且本源上是寒冷的。
τοῦτο δʼ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι καὶ γὰρ πηλὸς ὕδατοσψυχρότερος καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν οἱ· δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι, τὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες· ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας.
而这对于感觉来说也是显而易见的;因为泥比水更冷,人们通过将土撒在火上来灭火,而铁匠则在加热和熔化的铁上撒上大理石粉和碎石屑,以此阻止其剧烈的流动并使其冷却;尘土也使运动员的身体冷却并消退其汗水。
§20ἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς;
而我们每年搬迁住所的实际需要,又意味着什么呢? 在冬天,避开大地而远远逃往高处和地上建筑,在夏天,又重新依附于下方的事物,深入其中并寻找合适的避难所,甘愿在大地的怀抱中安家。
ἆρʼ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες;
难道我们做这些,不是因为我们在寒冷的影响下通过感觉被导向大地,并认出了那在本性上本源上寒冷之物吗?
αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, ὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δʼ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτʼ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ.
无论如何,冬天在海边的生活在某种意义上是对大地的逃离,因为人们由于寒冷而尽可能地离开大地,而笼罩在温暖的海上和海洋空气中;然后在夏天,我们又因为酷热而渴望大地所生的陆地空气,这并非因为这空气本身是寒冷的,而是因为它从本性上且本源上寒冷之物中生出,并被大地中的力量所染,就像铁被淬火一样。
τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μίγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δʼ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον, ὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δʼ ὁπλὴν ὄνου στέγειν· τὰ δʼ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.
因为在流动的水中,岩石和山地的水最冷,而在井水中,最深的井水最冷;后者因为深度的缘故,外部空气不再与之混合,而前者则是穿过未混合且纯净的大地流出,就像泰纳伦附近的水,人们称之为斯提克斯之水,它从岩石中艰难地滴落,是如此之冷,以至于没有任何其他器皿,唯有驴蹄能盛装它,而它会腐蚀并击碎所有其他器皿。

词汇与语法注释

  1. 953dἀπειλημμέναις — 意为“被困住”的完成时分词,修饰与格的 `ταῖς Θυιάσιν`,而 `ὑπὸ πνεύματος...` 则表示该被动动作的施事者。
  2. 953eτὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται — 中性单数分词 `τὸ... κρατηθὲν` 具有实质化力量并作为主语,与随后的 `τὸ ὑπὸ πνεύματος...` 和 `τὸ δʼ εἰς ὕδωρ ἐμπεσόν...` 并列,用以展示在各元素主导下的转化相。
  3. 954bἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία — 主语 `ἡ... χρεία`(需要、欲求)由两个现在分词 `μετάγουσα καὶ μετοικίζουσα` 修饰,整体用以引入人类根据季节寒暑变换住所的实际惯行。全句的主动词为 `τί βούλεται`(意为何)。
  4. 954cοὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα — 分词 `ὄντα` 和 `ἀποβλαστάνοντα` 均为宾格,修饰前文的 `τὸν γηγενῆ καὶ χερσαῖον`(空气),说明夏天的陆地空气本身并不寒冷,而是源自并受制于本性上及本源上寒冷之物(即大地)。属格 `τοῦ φύσει ψυχροῦ` 起到 `ἀποβλαστάνοντα` 来源起点的作用。

引用这一段

普鲁塔克, 论冷的原初原理 §18-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:18-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。