Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §17

大地的黑暗性与以地为冷之本源的论证

第 8 段,共 10 段 · 希腊语

内容简介

作者利用克律西波斯关于黑暗之物本源为冷的前提,论证了大地而非空气才是万物中最黑暗、因而也是本源上最寒冷的实体,并通过大地阻挡光线的性质及各种物理现象加以证明。

§17σκόπει δὲ καὶ ταῦτα παραβάλλων ἐκείνοις ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν οὕτω μὲν ἄν ἔφη καὶ τὴν γῆν ψυχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον,ʼ ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ. ἄτοπον ἀπορρίψας τὸν λόγον ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται.
且将这些事与那些事对比来看。 既然克律西波斯认为空气因其黑暗而本源上是寒冷的,他仅提到了那些说水比空气离艾太尔更远的人,并想对他们说些什么,便说道:“这样的话,”他说,“我们也可以说大地本源上是寒冷的,因为它离艾太尔最远,”从而将这一论点作为完全站不住脚且荒谬的东西予以摒弃,但我认为我自己也可以表明,大地并非没有合理性和说服力,我的出发点正是克律西波斯为空气辩护时最常使用的那个原理。
τί δὲ τοῦτʼ ἐστί;
那么,这是什么呢?
τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως.
那就是黑暗之物本源上既是黑暗的,也是寒冷的。
εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης; ἕπεσθαι, μυρίαι δήπουθὲν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα τῆς γῆς,·
因为,如果他采用了两种力量的对立关系,并认为其中一种必然伴随着另一种,那么大地对艾太尔无疑存在着无数种对立和反感,人们也可以主张寒冷应当伴随着这些对立。
αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. οὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς ἀνωφερὲς ἀντίκειται μόνον, οὐδʼ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδʼ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλʼ ὡς βαρυτάτη. πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς·
因为大地不仅作为重者对立于轻者、下坠者对立于上升者,不仅作为密者对立于稀者、迟缓且静止者对立于敏捷且运动者,而且是作为最重者对立于最轻者、最密者对立于最稀者,最后作为自身不动者对立于自动者、占中间位置者对立于永恒作圆周运动者。
ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι.
因此,在如此重大且如此多的对立关系中,寒冷与炎热的对立也随之而来,这并非不合情理。
ναί, ἀλλὰ τὸ πῦρ καὶ λαμπρόν ἐστιν.
是的,但火也是明亮的。
οὔτι μὴν σκοτεινὸν ἡ γῆ;
难道大地不是黑暗的吗?
σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον.
相反,它是万物中最黑暗、最无光的。
ἀέρι μέν τοι μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν·
然而,空气首先分有光,且变化最快,一旦充满光,便将光明分配到各处,将自身作为光束的载体。
ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν, εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων·
因为太阳升起时,正如某位酒神赞美诗诗人所说:“立刻填满了空中御风而行的风之宏伟殿堂。
ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς.
”由此,太阳下落时,也向湖泊和海洋注入了一份光芒,河流的深处也随之微笑(闪烁),只要空气能够触及它们。
μόνη δʼ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφʼ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δʼ ὑπʼ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπʼ ὀλίγον βάθος ἐνδυομένῳ τῷ θερμῷ·
但在所有物体中,唯有大地总是无光的,且在太阳和月亮照耀时,不被其照射所穿透。 它只是被它们温热,并允许热量侵入,从而在极浅的深度内变温。
τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλʼ ἐπιπολῆς περιφωτίζεται;
但由于大地的坚实,它不让光亮通过,而只是在表面被环绕照亮。
τὰ δʼ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἅιδης ὀνομάζεται καὶ τὸ ἔρεβος τοῦτʼ ἦν ἄρα,ʼ τὸ χθόνιον καὶ ἔγγαιον σκότος.
大地的内部被称为幽冥、混沌和哈底斯,而这正是“厄瑞玻斯”,即地下和尘土中的黑暗。
τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ γῆς σκιὰν οὖσαν ἀποδεικνύουσιν, ἀντιφραττούσης πρὸς τὸν ἥλιον·
诗人神话说夜产生于大地,而天文学家则证明夜是大地的影子,因为它遮挡了太阳。
ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφʼ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται.
因为空气被大地充满了黑暗,就像被太阳充满了光明一样;而空气未被照亮的空间长度就是夜,其范围取决于大地的影子延伸多远。
διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, ἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας·
因此,即使在夜间,人类和许多野兽也利用室外的空气在黑暗中觅食,因为室外的空气无论如何都保有着散落的光芒痕迹和光束的溢出。
ἔχοντος ὁ δʼ οἰκουρὸς; καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός ἐστι καὶ ἀφώτιστος.
但那留守室内、在屋顶之下的空气,由于大地从四面八方包围着它,则是完全盲目且无光的。
ἀλλὰ μὴν καὶ δέρματα καὶ κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίγνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος.
此外,动物的皮和角整体上因其坚实而不通光,但当它们被锯开并打磨时,便会变得透明,因为空气与之混合了。
οἶμαι δὲ καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν.
我认为,诗人之所以总是称大地为“黑色的”,也是因为其黑暗和无光;因此,那备受推崇的黑暗与明亮的对立,更存在于大地之上,而非空气之中。

词汇与语法注释

  1. 952dἐπεὶ δὲ καὶ Χρύσιππος... ἐγώ μοι δοκῶ — 这一句具有复杂的嵌套结构,以连词 ἐπεὶ 开始的漫长从句中夹杂了对克律西波斯的间接与直接引用(ἐμνήσθη... ἔφη...),经过分词短语 ἀπορρίψας,最终抵达主句 ἐγώ μοι δοκῶ。代词 ἐγώ 作为主句的主语,强调了作者本人的观点。
  2. 952dτὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως — 该不定式短语带有一格主语(带对格主语的不定式结构),作为前文问句 τί δὲ τοῦτʼ ἐστί;(“那么,这是什么呢?”)的同位解释语。分词 ὄντα 作为不定式 εἶναι 的逻辑主语(对格),指代具有黑暗性质的实体。
  3. 952eτῷ φωτίζοντι — 现在分词中性单数形式 φωτίζον 带定冠词的名词化用法。在此作为表示手段或原因的与格(“借由照亮之物”或“通过照射”),修饰前文中的形容词 ἀφώτιστος(“未被照亮的”)与 ἄτρωτος(“未受损伤的/未被穿透的”)。
  4. 953bὁ δʼ οἰκούρος καὶ ὑπωρόφιος — 阳性单数形容词用作主语,根据与前句中 τῷ μὲν ἐκτὸς ἀέρι(“室外的空气”)的对比,此处省略了阳性名词 ἀήρ(“空气”),意为“室内及屋顶之下的(空气)”。

引用这一段

普鲁塔克, 论冷的原初原理 §17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。