Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §21-23

土的凝聚本性与向法沃里努斯建议悬置判断

第 10 段,共 10 段 · 希腊语

内容简介

作者阐明土的元素具有稳定且以寒冷为凝聚力的本性,而古代贤人基于这些力量的差异将地上之物与天上之物分离开来;最后,他建议法沃里努斯在不明显的事物上保持悬置判断(保留态度)而非盲目赞同。

§21ἔτι γε μὴν τῶν ἰατρῶν ἀκούομεν, ὡς πᾶσα γῆ τῷ γένει στύφειν καὶ ψύχειν πέφυκε καὶ πολλὰ τῶν μεταλλευομένων καταριθμοῦσι στυπτικὴν αὐτοῖς παρέχοντα καὶ σχετικὴν εἰς τὰς φαρμακείας δύναμιν· καὶ γὰρ τὸ στοιχεῖον αὐτῆς; οὐ τμητικὸν οὐδὲ κινητικὸν οὐδὲ λεῖπον οὐδʼ ἔχον ὀξύτητας οὐδὲ μαλθακὸν οὐδʼ εὐπερίχυτον γέγονεν, ἀλλʼ ἑδραῖον ὡς ὁ κύβος καὶ συνερειστικόν, ὅθεν αὐτή τε βρῖθος ἔσχε,·
此外,我们还从医生们那里听到,所有的土在其类别上都具有收缩和冷却的本性,他们列举了许多矿产品,这些产品为他们的药剂提供了收敛和抑制的力量;因为土的元素既非切割的,也非活动的,既非残缺的,也非带有锐角的,既非柔软的,也非易流散的,而是像立方体一样稳定且具有支持性的。
καὶ τὸ ψυχρόν, ὅπερ ἦν δύναμις αὐτῆς, τῷ πυκνοῦν καὶ συνωθεῖν καὶ ἀποθλίβειν τὰ ὑγρὰ φρίκας καὶ τρόμους διὰ τὴν ἀνωμαλίαν ἐνεργάζεται τοῖς σώμασιν· ἂν δʼ ἐπικρατήσῃ παντάπασι, τοῦ θερμοῦ φυγόντος ἢ σβεσθέντος, ἔστησε τὴν ἕξιν ἐκπαγεῖσαν καὶ νεκρωθεῖσαν.
因此,大地自身拥有重量,而作为其力量的寒冷,通过浓缩、推挤和挤出水分,因其不均匀性而在身体中产生恶寒和战栗;如果它完全占了上风,在热量逃逸或熄灭后,它便会固定那冰冻和坏死的状态。
ὅθεν οὐδὲ κάεται γῆ τὸ παράπαν ἢ κάεται γλίσχρως καὶ μόγις.
因此,大地完全不燃烧,或者燃烧得极其艰难和勉强。
ἀὴρ μὲν γὰρ ἐξ ἑαυτοῦ πολλάκις φλόγας ἀναδίδωσι καὶ ῥεῖ καὶ διαστράπτει πυρούμενος· τῷ δʼ ὑγρῷ τροφῇ χρῆται τὸ θερμόν· οὐ γὰρ τὸ στερεὸν ἀλλὰ τὸ νοτερὸν τοῦ ξύλου καυστόν ἐστιν· ἐξικμασθέντος δὲ τούτου, τὸ στερεὸν καὶ ξηρὸν ἀπολείπεται τέφρα γενόμενον.
因为空气经常自发地发出火焰,并在点燃时流动和闪光;而热是以湿气为养分的;因为木头中可燃的不是固体部分,而是潮湿的部分;当这部分湿气被榨干后,固体和干燥的部分便留下来,成为灰烬。
οἱ δὲ καὶ τοῦτο φιλοτιμούμενοι μεταβάλλον ἀποδεῖξαι καὶ καταναλισκόμενον ἀναδεύοντες πολλάκις ἐλαίῳ καὶ στέατι φύροντες οὐδὲν περαίνουσιν, ἀλλʼ ὅταν ἐκκαῇ τὸ λιπαρόν, περίεστι πάντως καὶ διαμένει τὸ γεῶδες· ὅθεν οὐ κατὰ χώραν μόνον ἐξ ἕδρας ἀκίνητον οὖσαν αὐτὴν ἀλλὰ καὶ κατʼ οὐσίαν ἀμετάβλητον, Ἑστίαν, ἅτε δὴ μένουσαν ἐν θεῶν οἴκῳ, κλίτα προσηγόρευσαν οἱ παλαιοί, διὰ τὴν στάσιν καὶ πῆξιν·
而那些热衷于表明灰烬也是可变的并能被消耗的人,常常将其与油混合,并与脂肪揉捏在一起,却一无所成;因为当脂质部分烧尽时,土质的部分必然留存并存续下来;因此,古人不仅因为大地在空间中处于不动之位,而且也因为其在本质上的不可变性,而称其为赫斯提亚——因为她确实留在“诸神的居所中”——这是由于大地的静止和凝固。
ἧς ἡ ψυχρότης δεσμός ἐστιν, ὡς Ἀρχέλαος ὁ φυσικὸς εἶπεν, οὐδενὸς χαλῶντος αὐτὴν οὐδὲ μαλάττοντος, ἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν.
正如自然哲学家阿克劳斯所说,寒冷是大地的纽带,没有任何东西可以放松或软化它,即便它被温热和加热。
οἱ δὲ πνεύματος μὲν αἰσθάνεσθαι ψυχροῦ καὶ ὕδατος, γῆς δʼ ἧττον οἰόμενοι, τὴν ἔγγιστα γῆν ὁρῶσιν ἀέρων καὶ ὑδάτων καὶ ἡλίου καὶ θερμότητος ἀνάπλεων σύμμιγμα καὶ συμφόρημα γεγενημένην· καὶ οὐδὲν διαφέρουσι τῶν μὴ τὸν αἰθέρα φύσει καὶ πρώτως θερμὸν ἀλλὰ τὸ ζέον ὕδωρ ἢ τὸν διάπυρον σίδηρον ἀποφαινομένων, ὅτι τούτων μὲν ἅπτονται καὶ προσθιγγάνουσι, τοῦ δὲ πρώτου καθαροῦ καὶ οὐρανίου πυρὸς αἴσθησιν διʼ ἁφῆς οὐ λαμβάνουσιν, ὥσπερ οὐδʼ οὗτοι τῆς ἐν βάθει γῆς, ἣν μάλιστα γῆν ἄν τις νοήσειεν αὐτὴν καθʼ αὑτὴν ἀποκεκριμένην τῶν ἄλλων.
但是,那些认为自己能感觉到寒冷的风和水,却较少感觉到大地的人,看到的只是离我们最近的大地,它已经变成了一个充满了空气、水、阳光和热量的混合物和堆积物;他们与那些声称不是艾太尔在本性上且本源上是热的,而是沸腾的水或炽热的铁是热的人没有区别,因为他们触摸并接触到了后者,却无法通过触觉感知到第一种纯净和天上的火,正如这些人也无法感知到深处的大地一样,而深处的大地才是人们应该想到的、与其他事物分离开的、其自身最纯粹的“大地”。
δεῖγμα δʼ αὐτῆς ἐστι κἀνταῦθα περὶ τὰς πέτρας· πολὺ γὰρ ἐκ βάθους καὶ οὐ ῥᾴδιον ἀνασχέσθαι προσβάλλουσι κρύος; .
大地的证据在我们这里的岩石周围也可以看到;因为它们从深处带来了巨大的、难以忍受的寒气。
οἱ δὲ ψυχροτέρου ποτοῦ δεόμενοι χάλικας ἐμβάλλουσιν εἰς τὸ ὕδωρ· γίγνεται γὰρ οὐλότερον καὶ στομοῦται παρὰ τὴν ἀπὸ τῶν λίθων ψυχρότητα, πρόσφατον καὶ ἄκρατον ἀναφερομένην.
而那些需要更冷饮料的人,会把小石子扔进水里;因为由于石头带来的寒冷,水变得更稠密、更紧实,这种寒冷是被新鲜且无混合地带上来的。
§22τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας.
因此,应当认为古代的贤人和学者们使地上之物与天上之物互不相混,他们并不是像看天平一样按空间位置来划分下和上,而是根据力量的差异,将炎热、明亮、迅速、轻盈之物归于神圣且永恒的本性,而宣布黑暗、寒冷、缓慢之物为死者和冥界之人的不幸命运。
ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ· γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης
因为正如诗人所说,动物的身体只要还有呼吸、充满活力,就在使用热和生命;但当它失去这些,只剩下大地的部分时,寒冷和冰凉立刻就会侵袭它,仿佛本性上热存在于除土质之外的一切事物中一样。
§23ταῦτʼ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφʼ ἑτέρων παράβαλλε· κἂν μήτε λείπηται τῇ πιθανότητι μήτε ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.
法沃里努斯啊,将这些与其他人所说的进行对比吧;如果它们既不逊色于说服力,也没有超出太多,那就放手这些意见,认为在不明显的事物中保留判断比表示赞同更为哲学。

词汇与语法注释

  1. 954dτῷ γένει — 关系或观点与格,意为“在其类别上”或“本性上”。
  2. 954eκλίτα — 手稿中一个难解的读法,通常被修正为 κλυτήν 或 κλειτήν(意为“著名的”、“高贵的”),或结合稳定与静止的语境来解读。
  3. 955aἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν — 带有小词 ἅτε 的分词从句,客观地说明了大地(即主句中的 γῆ,由关系词 ἧς 代替)本身是需要从外部温热和加热的对象。
  4. 955bτοὺς οὖν πάλαι σοφοὺς... χρὴ νομίζειν — 依赖于非人称动词 χρὴ(应当)的不定式结构,其中 νομίζειν(认为)内部嵌套了一个以 τοὺς πάλαι σοφοὺς 为逻辑主语、以 θέσθαι(与 ἄμικτα 连用,意为“使不相混”)为不定式的宾语从句。

引用这一段

普鲁塔克, 论冷的原初原理 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:21-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。