Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §14

驳空气因暗而冷及水结冰非因空气说

第 6 段,共 10 段 · 希腊语

内容简介

作者批评了因空气阴暗而主张其为寒冷的观点,认为沉重和静止才与寒冷更为相关。他还通过消亡理论以及空气本身从不结冰的事实,论证了水的结冰并非由空气所致。

§14ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα, ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον.
然而,对于那些因空气也是阴暗的而主张它是寒冷的人,如果他们没有看到其他人因空气也是轻盈的而主张它是温热的,我感到惊讶。
οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενὲς· πολλὰ γὰρ ἄμοιρα θερμότητος ὄντα μετέχει λαμπηδόνος, ἐλαφρὸν δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν.
因为阴暗与寒冷的关系,并不如沉重和静止与寒冷的关系那样亲近和同源;因为许多不含热量的东西也分享着光辉,但在寒冷的事物中,没有任何东西是轻便、轻盈或向上运动的。
ʼ ἀλλὰ καὶ τὰ νέφη, μέχρι μὲν ἀέρος μᾶλλον προσήκει, μετεωρίζεται μεταβαλόντα δʼ εἰς ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον ἢ τὸ θερμὸν ἀποβάλλει, ψυχρότητος ἐγγιγνομένης καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ, πάλιν, ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης.
不仅如此,云在更接近空气性质时悬浮在空中,但一旦转化为液体,就立刻滑落下来,随着冷气的产生,它失去轻盈并不亚于失去热量。 相反,当热量袭来时,它又再次逆转运动,其实体在转化为空气的同时被向上运送。
καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν· οὐ γὰρ εἰς τοὐναντίον ἀλλʼ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα.
再者,关于消亡的论点也非真实;因为消逝的万物中,每一样都不是转化为其对立面而消亡,而是被其对立面所消灭,正如火被水消灭而转化为空气一样。
τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλʼ ἀληθῶς εἶπε " παύσυβριν δίκην πυρός· " Ὅμηρος δὲ τῷ ποταμῷ τὸν Ἥφαιστον καὶ τῷ Ποσειδῶνι τὸν Ἀπόλλωνα κατὰ, τὴν μάχην φυσικῶς μᾶλλον ἢ μυθικῶς ἀντέταξεν.
因为对于水,埃斯库罗斯虽然用的是悲剧的笔调,却真实地说道:‘平息火之傲慢的惩罚’;而荷马在战斗中,将赫菲斯托斯与大河对立,将阿波罗与波塞冬对立,这更多是符合自然物理,而非神话。
ὁ δ̓ Ἀρχίλοχος ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε " τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ.
阿基洛科斯在谈到心怀诡诈、表里不一的女人时也说得极好:‘她一手拿着水,心怀诡计,一手拿着火。
" ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἦν καὶ ἀπαραίτητον, εἰ πῦρ λαβὼν ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ, εἰς τὸ ὕδωρ ἀφήσειν· ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δʼ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην.
’ 在波斯人中,最重大且不可拒绝的乞求是:乞求者手持火种,站在河中,威胁说如果得不到所求,就将火丢入水中;因为他确实会得到所求,但事后却因这一威胁而受罚,因其行为违反了法律且违背了自然。
καὶ τοῦτο δὴ· τὸ πρόχειρον ἅπασι πῦρ ὕδατι μιγνύναι τὸ παροιμιαζόμενον ἐν τοῖς ἀδυνάτοις, μαρτυρεῖν ἔοικεν ὅτι τῷ πυρὶ τὸ ὕδωρ πολέμιόν ἐστι καὶ ὑπὸ τούτου φθείρεται καὶ κολάζεται σβεννύμενον, οὐχ ὑπὸ τοῦ ἀέρος τίον ὡς ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος· εἰ γὰρ αἰτία εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ ἢ τὸ ὕδωρ ἐναντίον φανεῖται;
而这句人人挂在嘴边的俗语——‘把火与水相混’,在不可能发生的事中作为谚语,似乎也证明了水是火的克星,火是被水消灭并受惩罚而熄灭的,而不是被空气,空气虽被假定为对立面,却在火变化时接纳并容受了其实体;因为,如果消亡之物所转化为的目的地是其作为对立面的原因,那为什么火看起来比水更容易成为空气的对立面呢?
μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος; εἰς δὲ πῦρ διακρινόμενος· ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δʼ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω διʼ οἰκειότητα τὴν πρὸς, ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον.
因为空气凝聚时转化为水,而分解时则转化为火;正如相反地,水通过分解消亡为空气,通过凝聚消亡为土,依我之见,这是因为它与两者的亲缘和近亲关系,而非因为它与其中任何一者对立和敌对。
ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι.
而他们,无论采用哪种说法,都推翻了自己的论点。
πήγνυσθαί γε μὴν ὑπὸ τοῦ ἀέρος; φάναι τὸ ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας.
无论如何,说水是被空气冻结的是最荒谬的,因为我们看到空气本身在任何地方都不曾结冰。
νέφη γὰρ καὶ ὁμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους ὁ δʼ ἄνικμος καὶ ξηρὸς οὐδʼ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς.
因为云、雾和细雨并非冻结,而是潮湿及多汽空气的凝聚和浓密化,而干燥无水分的空气,甚至不接受足以产生这种变化的冷却。
ἔστι γὰρ ἃ τῶν ὀρῶν οὐ λαμβάνει 1 νέφος; οὐδὲ δρόσον οὐδʼ ὁμίχλην, εἰς καθαρὸν ἀέρα καὶ ἄμοιρον ὑγρότητος ἐξικνούμενα τοῖς ἄκροις ᾧ μάλιστα δῆλόν ἐστιν ὡς αἱ κάτω πυκνώσεις καὶ συστάσεις τῷ ἀέρι συμμεμιγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδιδοῦσι.
因为有一些山不接纳云、露或雾,其山顶延伸至没有水分的纯净空气中;由此最清楚地表明,下层的浓密和凝聚向空气赋予了与其相混合的湿气与寒冷。

词汇与语法注释

  1. 950eμέχρι μὲν ἀέρος μᾶλλον προσήκει — 意为“只要它们更具有空气的性质”。介词 μέχρι(直到、只要)支配属格,指云在转化为水之前、仍接近空气性质的阶段。
  2. 951aτίον ὡς ὑπολαμβάνει — 传抄的手稿文本在此处有残缺,通常认为“-τίον”是“ἐναντίον”(对立面)的残余。一般会补入关系代词“ὅς”等,解释为“空气虽被[某些人]视为对立面,却接纳了它的实体”。
  3. 951aμεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος· — 动词 μεταβάλλει 和分词 συνιστάμενος(阳性单数)的主语并未明确写出,但从上下文来看,是指前文的 ὁ ἀήρ(空气)。

引用这一段

普鲁塔克, 论冷的原初原理 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。