Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §12-13

空气说的论据与以水为冷之原理的主张

第 5 段,共 10 段 · 希腊语

内容简介

作者举出若干物理现象与实验,论证空气是冷的第一原理,随后引入对立学说,通过恩培多克勒的诗句、物体遇水变黑、以及油的透光度与淬火特性等具体例证,说明水才是冷与黑暗的真正源头。

§12ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος.
此外,从水源处取出的水更容易结冰,因为空气对较少的水支配得更厉害。
ἂν. δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ· μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.
如果有人用容器从井中汲取冷水,再将其降回井里,使容器不接触水而是悬挂在空气中,等候不长的时间,水就会变得更冷;这最清楚地表明了冷之第一原因不在于水,而在于空气。
· τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους· οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλʼ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθʼ ἵστησιν·
至少,大河里没有一条会深处结冰;因为空气并不能深入到全部,而只是使它触及和接近并用冷气包围的部分凝固起来。
ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας·
因此,蛮族人会让狐狸探路,步行过河;因为,如果冰不厚而只是浮在表面,狐狸感知到下方流水的响声,就会退回。
ἄν γὰρ μὴ πολὺς ἀλλʼ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες; τό γε τὴν ὁρμιὰν δεξόμενον.
有些人甚至捕鱼,用热水使冰融化并留出容纳钓线的孔。
οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε.
因此,深处的水并没有受到冷气的任何影响。
καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες.
然而,上层的水因结冰而发生了如此巨大的变化,以至于水退缩并相互挤压,从而粉碎了船只,正如最近与凯撒一起在伊斯特河上过冬的人所记载的那样。
οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ. ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι.
不仅如此,发生在我们身上的事情也提供了充足的证据;因为在沐浴和出汗之后,我们会感到更冷,因为身体松弛而舒展开来,随同空气一起吸纳了大量的冷气。
τὸ δʼ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει· ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν.
这同样的事情水也会承受:如果预先加热,它会冷得更厉害,因为它变得更容易受到空气的影响;当人们将沸腾的水汲起并泼向高处时,他们无疑只是在将其与大量的空气相混合。
ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποδιδοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν.
因此,法沃里努斯啊,将冷之第一力量归于空气的说法,具有这样的说服力。
§13ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος " ἠέλιον μὲν λαμπρὸν ὅρα καὶ θερμὸν ἁπάντῃ, ὄμβρον δʼ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε " τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν.
而将冷之力量归于水的说法,其本身也同样获取了依据,正如恩培多克勒大致这样说:「一方面,看那普照而温热的太阳,另一方面,看那万物中阴暗而寒冷的雨水」因为他将冷与热对立,正如将黑与明亮对立,从而让我们推论出:黑与冷属于同一实体,正如明亮与热属于同一实体。
ὅτι δʼ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δʼ ὕδατι πάντων. .
而黑不属于空气而属于水,感觉为此作证:因为空气可以说是无法使任何东西变黑,而水则能使一切变黑。
ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων.
因为如果你把最白的羊毛或衣服投入水中,它就会显现为黑色,并保持下去,直到热量使湿气蒸发,或者被某些绞板和重物挤压出来;当土地被水喷洒时,雨滴落下的地方也会变黑,而其他类似的地方则保持原样。
αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, οἷς δʼ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ.
水本身因其深厚而显得最暗,而空气接近的地方则被照亮并闪耀。
τῶν δʼ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι τούτου τεκμήριον κουφότης, διʼ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν· οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν.
在其他液体中,油是最透明的,因为它含有最多的空气;其证据是它的轻盈,由于轻盈,它被空气向上携带而漂浮在所有液体之上,它在海上被洒在波浪上时也会带来平静,这并不是因为亚里士多德所说的由于其光滑导致风滑过去,而是因为虽然在所有液体中,波浪在受到撞击时都会散开,但油特别能在深处提供光亮和清晰度,因为液体被空气分隔开来;因为不仅在表面给过夜的人提供光亮,而且在下方,当海绵采集者从口中吹出油时,它也会在海中提供光亮。
οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον. δὲ τοῦ· ψυχροῦ.
因此,黑不属于空气多于属于水,而冷则更少。
τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς· ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλʼ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ· ὕδατος ὡς διαστρέφουσαν.
至少,油在液体中含有最多的空气,却最不冷,而且缓慢地凝固;因为掺杂其中的空气不容许结冰变得坚硬;他们不用水而是用油来淬火铁针、带扣和精致的工艺品,因为害怕水的过度寒冷会导致它们变形。
ἀπὸ τούτων γὰρ δικαιότερὸν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.
因为从这些事实来检验这一学说,比从颜色来检验要更为公正;因为雪、雹和冰同时是最明亮也最寒冷的,反之,沥青比蜂蜜更温热,也更阴暗。

词汇与语法注释

  1. 949dὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι — 由表示结果的连词 `ὥστε` 引导的不定式从句。宾格的 `τὸ ἀγγεῖον`(容器)作为及物动词不定式 `ψαύειν`(触碰)和不及物动词不定式 `κρέμασθαι`(悬挂)的共同逻辑主语。属格 `τοῦ ὕδατος` 是由 `ψαύειν` 支配的格。
  2. 949eὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον — 这也是由 `ὥστε` 引导的宾格加不定式结构。不定式 `συντρίβειν`(粉碎)的逻辑主语是宾格的 `τὸ ὕδωρ`(水),其直接宾语是 `τὰ πλοῖα`(船只)。中性单数中被动分词 `ἀποβιαζόμενον`(被逼退)和 `συνθλιβόμενον`(被挤压)修饰逻辑主语 `τὸ ὕδωρ`。
  3. 950bδιαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν — 属格绝对结构(独立分词句)。属格名词 `τῶν ὑγρῶν`(液体)作为逻辑主语,与现在中被动分词 `διαστελλομένων`(被分隔/推开)相呼应。与格 `τῷ ἀέρι` 表示被动动作的施事或工具(“通过空气”)。

引用这一段

普鲁塔克, 论冷的原初原理 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。