§6διὰ τί τοῖς συνεχῶς διὰ τῶν δεδροσισμένων δένδρων βαδίζουσι λέπραν ἴσχει τὰ ψαύοντα τῆς ὕλης μόρια τοῦ σώματος;
为什么在有露水的树木中不断行走的人,其身体接触树木的部位会患上癣?
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ λεπτότητι τὸ δροσῶδες ὑγρὸν ἀποξύει τοῦ χρωτός·
是像莱图斯所说的那样,露水的水分因其稀薄而刮去皮肤?
ἤ, καθάπερ ἐρυσίβη τοῖς ὑγραινομένοις ἐγγίγνεται σπέρμασιν, οὕτως ὑπὸ τῆς δρόσου τῶν ἐπιπολῆς χλωρῶν καὶ ἁπαλῶν ἀναχαρασσομένων καὶ ἀποτηκομένων ἄχνη τις ἀπιοῦσα τοῦ σίνοντος ἀναπίμπλησι προσχεομένη τοῖς ἀναιμοτάτοις μέρεσι τῆς σαρκός, οἷα κνῆμαι καὶ πόδες, καὶ ἀμύσσει καὶ δάκνει τὴν ἐπιφάνειαν;
或者,就像受潮的种子中会产生霉菌一样,在露水的作用下,由于表面绿色而柔嫩的部分被擦伤和溶解,一种从受损处分离出来的屑末流向并充盈了肌肉中最缺血的部分,如小腿和脚,并擦伤和侵蚀皮肤表面?
ὅτι γὰρ φύσει τι δηκτικὸν ἔνεστι τῇ δρόσῳ, μαρτυρεῖ τὸ τοὺς πίονας ἰσχνοτέρους ποιεῖν· αἱ γοῦν πίονες γυναῖκες; ἱματίοις ἢ ἐρίοις ἁπαλοῖς ἀναλαμβάνουσαι τῆς δρόσου δοκοῦσι συντήκειν τὴν πολυσαρκίαν.
因为露水天生具有某种刺激性,这可以由它能使肥胖者变瘦来证实;至少,肥胖的妇女用衣服或柔软的羊毛吸取露水, seem 能够消融她们过多的脂肪。
§7διὰ τί τὰ πλοῖα χειμῶνος ἐν τοῖς ποταμοῖς πλεῖ βράδιον, ἐν δὲ τῇ θαλάττῃ οὐ παραπλησίως;
为什么船只在冬季的河流中航行较慢,而在海洋中却非如此?
πότερον ὁ ποτάμιος ἀὴρ ἀεὶ δυσκίνητος ὢν καὶ βαρὺς ἐν δὲ χειμῶνι μᾶλλον παχυνόμενος διὰ τὴν περίψυξιν, ἐμποδών ἐστι τοῖς πλέουσιν·
是因为河流上的空气总是难以移动且沉重,而在冬季由于周围的寒冷而变得更加浓稠,从而阻碍了航行?
ἢ τοῦτο μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί;
或者,河流比空气更多地遭受这种影响?
ἐλαύνουσα γὰρ ἡ ψυχρότης τὸ ὕδωρ ποιεῖ βαρὺ καὶ σωματῶδες, ὡς ἔστιν ἐν ταῖς κλεψύδραις καταμαθεῖν· βράδιον γὰρ ἕλκουσι χειμῶνος ἢ θέρους· ἐν δὲ Θρᾴκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θεόφραστος εἶναι κρήνην, ἀφʼ ἧς ταὐτὸ γέμον ἀγγεῖον ὕδατος ἱστάμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους.
因为寒冷驱使水流,使其变得沉重且具有实体性,这可以在水钟里观察到;因为它们在冬季比在夏季流得更慢;在色雷斯的庞盖翁山附近,狄奥弗拉斯图斯记载有一处泉水,同一容器装满其水,在冬季称重是夏季的两倍。
ὅτι δʼ ἡ πυκνότης τοῦ ὕδατος τὴν βραδυτῆτα ποιεῖ τοῦ πλοῦ, δῆλόν ἐστι τῷ πλείονα γόμον φέρειν τὰ ποτάμια πλοῖα τοῦ χειμῶνος· τὸ γὰρ ὕδωρ μᾶλλον ἀντερείδει πυκνότερον καὶ βαρύτερον γιγνόμενον, τὴν δὲ θάλατταν ἡ θερμότης κωλύει πυκνοῦσθαι, διʼ ἣν οὐδὲ πήγνυται· μάλκη γὰρ ἔοικεν εἶναι πύκνωσις.
水的密度造成航行的迟缓,这从河流船只在冬季能承载更多货物中可以明显看出;因为水变得更密、更重,从而产生更大的反推力;而海洋则因其热量而阻止了凝聚,因此它甚至不会结冰;因为凝聚似乎是一种麻木。
§8διὰ τί, τῶν ἄλλων ὑγρῶν ἐν τῷ κινεῖσθαι καὶ στρέφεσθαι ψυχομένων, τὴν θάλατταν ὁρῶμεν ἐν τῷ κυματοῦσθαι θερμοτέραν γιγνομένην;
为什么其他液体在移动和搅拌时会变冷,而我们却看到海洋在起波浪时变得更热?
ἦ τῶν μὲν ἄλλων ὑγρῶν ἐπεισόδιον οὖσαν καὶ ἀλλοτρίαν ἐξίστησιν ἡ κίνησις τὴν θερμότητα καὶ διαφορεῖ, τὴν δὲ τῆς θαλάττης σύμφυτον οὖσαν ἐκριπίζουσι μᾶλλον οἱ ἄνεμοι καὶ τρέφουσι;
是因为对于其他液体,运动会驱逐并消散作为偶然和异质的外来热量,而风反而扇动并滋养海洋那与生俱来的热量吗?
μαρτύρια δὲ τῆς θερμότητος ἡ διαύγεια καὶ τὸ μὴ πήγνυσθαι, καίπερ οὖσαν γεώδη καὶ βαρεῖαν.
其热量的证据是其透明度以及它不结冰的事实,尽管它是泥土质且沉重的。
§9διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα;
为什么在冬季品尝海水时,它变得没那么苦了?
τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.
因为据说建造水渠的狄奥尼修斯也记载了此事。
ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος οὐδʼ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης· τοῦ δʼ ἡλίου τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος, ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες;
是因为苦味并非完全缺乏甜味,亦非不分享它,毕竟海洋容纳了如此多的河流;但由于太阳因其轻盈而夺去了浮在表面的甘甜且可饮用的成分,并在夏季更多地这样做,而在冬季由于其热量的微弱而触及得更为温和,因此留下的许多甜味成分和缓了那纯粹的苦味和药味?
τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε· θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
这也悄然发生于可饮用的淡水中;因为在夏季它们变得更糟,热量消散了最轻、最甜的部分,而在冬季,新鲜而刚流入的水注入,海洋也必然分享到这些水,同时伴随着海洋的震荡以及河流输送量的增加。
§10διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;
为什么人们往葡萄酒中倒入海水,并说渔夫们得到了一个神谕,命令他们将狄奥尼索斯浸入海中,而远离海洋的人则投入烧过的扎金索斯石膏?
πότερον ἡ θερμότης βοηθεῖ πρὸς τὴν περίψυξιν, ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα καὶ φθείρουσα τὴν δύναμιν·
是因为热量有助于抵抗寒冷,还是热量本身通过熄灭并破坏葡萄酒的力量而最使其改变性质?
ἢ τὸ ὑδατῶδες καὶ πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι·
或者,葡萄酒中水质和气体的成分对于变化最为敏感,而天生具有收敛和收紧作用的泥土质成分使其稳定,而盐分与海水一起,通过稀释和消融外来的多余成分,不让恶臭或腐烂产生?
πρὸς δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει καθαρόν;
此外,除了这些,凡是浓稠且属于泥土质的成分,与更重的东西纠缠在一起并被一同拉下,从而形成沉淀和酒糟,而将葡萄酒留得纯净?