§11διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;
为什么人们在海上航行时比在河流中航行更容易晕船,即使在风平浪静时也是如此?
ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος;
是因为在感觉中,嗅觉最容易引起晕船,而在情感中,则是恐惧吗?
καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες·
因为实际上,当人们获得危险的表象时,他们会发抖、战栗并拉肚子。
τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν·
而这两者都不会困扰在河流中航行的人。
ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος·
因为对于一切可饮用的甜水,其气味是人们所熟悉的,而且航行是安全的;但在海洋中,他们因不习惯而讨厌那气味,并且由于对未来不信任现状而感到恐惧。
οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα τῆς ταραχῆς.
因此,风平浪静毫无用处,反而是灵魂处于动荡和混乱之中,协同带动并使身体充满了这种混乱。
§12διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη;
为什么往海里洒油时,会出现清澈与平静?
πότερον, ὡς Ἀριστοτέλης φησί, τὸ πνεῦμα τῆς λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον·
是像亚里士多德所说的那样,风从光滑的表面滑过,不会造成冲击或动荡吗?
ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον αἰτιάσασθαι;
或者,这一说法针对外部情况而言说得通,但既然人们说潜水员在口中含油并喷出时,能在深处获得光亮和透视,那么在深处就不能归咎于风的打滑了吧?
σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτʼ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες.
那么,请考虑是否油因其致密而将泥土质且不均匀的海水挤开并分离,然后,在海水退回自身并收缩时,视线之间便留出了通道,从而提供了透明度和清晰度。
ἢ φύσει μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης· ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ πυκνότητι τοὔλαιον, ἀπολαμβάνει τὴν ὁμαλότητα καὶ τὴν διαύγειαν;
或者,本来混合在海中的空气因热量而具有光亮,但被扰动时则变得不均匀且有阴影;因此,当油以其致密抹平这种不均匀时,空气便恢复了其均匀与透明?
§13διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα, καίτοι τὰ γʼ ἄλλα μᾶλλον ἐν τῷ θέρει τοῦτο πάσχει;
为什么渔夫的网在冬季比在夏季更容易损坏,尽管其他东西在夏季更容易遭受这种情况?
πότερον, ὡς Θεόφραστος οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντιπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάττης, ὥσπερ τῆς γῆς·
是像狄奥弗拉斯图斯所认为的那样,热量向冷处退让,产生对抗性积聚,从而使海洋深处变得比大地内部更热吗?
διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός ἐστι καὶ μᾶλλον ἀτμίζουσιν αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος·
因此,泉水在冬季也更温热,湖泊和河流也冒出更多蒸汽;因为热量被占据优势的冷气封闭在了深处。
ἢ σῆψις μὲν οὐκ ἔστι τῶν δικτύων, ὅταν δὲ φρίξῃ καὶ παγῇ διὰ τὸ ψῦχος ἀναξηραινόμενα καὶ θρυπτόμενα μᾶλλον ὑπὸ τοῦ κλύδωνος σήψει τινὶ καὶ μυδήσει πάσχει παραπλήσιον;
或者,并非网发生了腐烂,而是当它们因寒冷而战栗和凝固时,变得更加干燥和易碎,在波浪的作用下,遭受了类似于某种腐烂和霉变的影响?
καὶ γὰρ πονεῖ μᾶλλον ἐν κρύει, καθάπερ τὰ νεῦρα συντεινόμενα σπαράττεται, πλεονάκις ἐκταραττομένης διὰ τὸν χειμῶνα τῆς θαλάττης·
因为在寒冷中网也承受了更多的劳损,就像肌腱在被拉紧时会断裂一样,而海洋在冬季更频繁地动荡。
διὸ καὶ στύφουσιν αὐτὰ ταῖς βαφαῖς καὶ πυκνοῦσι, φοβούμενοι τὰς ἀναλύσεις· ἐπεὶ μὴ βαφέντα μηδὲ χρισθέντα, μᾶλλον ἂν ἐλάνθανε τοὺς ἰχθῦς, ἐνάερον γὰρ τὸ τοῦ λίνου χρῶμα καὶ ἀπατηλὸν ἐν θαλάττῃ.
因此他们用染料使它们收敛并使其致密,因为害怕它们松散;因为如果它们没有被染色或涂抹,本会更不为鱼类所察觉,因为亚麻的颜色在海水中是像空气一样且具有欺骗性的。
§14διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν;
为什么多利安人祈求牧草的坏收成?
ἦ κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος;
是因为下雨时牧草收获不好吗?
κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος· ὑόμενος δὲ πρὸ τοῦ θέρους ὁ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα·
因为它被收割时不是干燥的而是青绿的,所以一旦被浸湿就会很快腐烂;而夏前下雨,对谷物而言是有助于抵御炎热和南风的。
ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλʼ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.
因为这些风不让在麦穗中结实的果实变得紧实,而是由于热量改变并消散了这种凝固,除非湿透的大地的湿气留存,使麦穗冷却并湿润。
§15διὰ τί πυροφόρος ἡ πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον ἡ λεπτόγεως;
为什么肥沃且深厚的土地能产小麦,而薄土的土地则更产大麦?
ἦ ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶς,· ἀσθενέστερον δʼ ἡ κριθὴ καὶ μανότερον·
是因为在种子中,强壮的需要更多的养分,而软弱的需要稀薄且轻盈的养分吗?
ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν;
大麦更软弱且更稀疏;因此它不能承受多而沉重的养分吗?
μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον· διὸ καὶ συντελεῖται τάχιον.
这一论点得到了证实的证实,即三月麦在较干燥的地方生长得更好,因为它较少湿气且需要较少的养分;因此它也更快成熟。