Humanitext Reader

プルタルコス · 自然学的諸問題 §6-10

露の害毒と冬の航行および海水の諸性質

3 / 9 箇所 · ギリシア語

要旨

第6問から第10問において、露に濡れた木々の接触が皮膚病を引き起こす原因、冬期の河川における船の航行遅延の理由、波立つ海が温かくなる性質、冬に海水の苦みが緩和される機序、およびワインに海水や石膏を加える防腐処理の機序について、物理的・環境的要因に基づき考察する。

§6διὰ τί τοῖς συνεχῶς διὰ τῶν δεδροσισμένων δένδρων βαδίζουσι λέπραν ἴσχει τὰ ψαύοντα τῆς ὕλης μόρια τοῦ σώματος;
なぜ、濡れた木々の中を絶えず歩く人々は、身体の植物に触れる部位に疥癬(皮膚病)が生じるのか。
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ λεπτότητι τὸ δροσῶδες ὑγρὸν ἀποξύει τοῦ χρωτός·
ライトスが言っていたように、露の水分がその薄さによって皮膚を削り落とすからだろうか。
ἤ, καθάπερ ἐρυσίβη τοῖς ὑγραινομένοις ἐγγίγνεται σπέρμασιν, οὕτως ὑπὸ τῆς δρόσου τῶν ἐπιπολῆς χλωρῶν καὶ ἁπαλῶν ἀναχαρασσομένων καὶ ἀποτηκομένων ἄχνη τις ἀπιοῦσα τοῦ σίνοντος ἀναπίμπλησι προσχεομένη τοῖς ἀναιμοτάτοις μέρεσι τῆς σαρκός, οἷα κνῆμαι καὶ πόδες, καὶ ἀμύσσει καὶ δάκνει τὴν ἐπιφάνειαν;
あるいは、湿った種子に麦角が生じるように、露によって表面の緑で柔らかな部分が傷つけられ、溶かされることによって、その害するものから離脱する一種の粉が流れ出て、肉体の最も血液の少ない部位、例えば脛や足などに付着して満たし、その表面を傷つけ、また蝕むからだろうか。
ὅτι γὰρ φύσει τι δηκτικὸν ἔνεστι τῇ δρόσῳ, μαρτυρεῖ τὸ τοὺς πίονας ἰσχνοτέρους ποιεῖν·
というのも、露には本来何か刺激的な性質が含まれていることは、肥満の人々をより痩せさせるという事実が証明している。
αἱ γοῦν πίονες γυναῖκες; ἱματίοις ἢ ἐρίοις ἁπαλοῖς ἀναλαμβάνουσαι τῆς δρόσου δοκοῦσι συντήκειν τὴν πολυσαρκίαν.
現に、肥満の女性たちは、衣類や柔らかい羊毛で露を吸い取ることで、肉の多さを融解させているように思われる。
§7διὰ τί τὰ πλοῖα χειμῶνος ἐν τοῖς ποταμοῖς πλεῖ βράδιον, ἐν δὲ τῇ θαλάττῃ οὐ παραπλησίως;
なぜ、船は冬に川を走るときには遅く、海では同様ではないのか。
πότερον ὁ ποτάμιος ἀὴρ ἀεὶ δυσκίνητος ὢν καὶ βαρὺς ἐν δὲ χειμῶνι μᾶλλον παχυνόμενος διὰ τὴν περίψυξιν, ἐμποδών ἐστι τοῖς πλέουσιν·
川の空気は常に動きにくく重く、冬には寒冷化のためにさらに濃密になるため、航行を妨げるのだろうか。
ἢ τοῦτο μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί;
あるいは、川は空気よりもむしろこの影響を受けるのだろうか。
ἐλαύνουσα γὰρ ἡ ψυχρότης τὸ ὕδωρ ποιεῖ βαρὺ καὶ σωματῶδες, ὡς ἔστιν ἐν ταῖς κλεψύδραις καταμαθεῖν·
実際、冷気は水を駆り立てて重く、肉体的にし、このことは水時計によって観察できる。
βράδιον γὰρ ἕλκουσι χειμῶνος ἢ θέρους·
すなわち、冬には夏よりも水が遅く流れるのである。
ἐν δὲ Θρᾴκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θεόφραστος εἶναι κρήνην, ἀφʼ ἧς ταὐτὸ γέμον ἀγγεῖον ὕδατος ἱστάμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους.
また、トラキアのパンガイオス山の周辺についてテオフラストスが記述しているところによれば、そこには、同じ容器を満たした水が、冬には夏に比べて二倍の重量を示すような泉がある。
ὅτι δʼ ἡ πυκνότης τοῦ ὕδατος τὴν βραδυτῆτα ποιεῖ τοῦ πλοῦ, δῆλόν ἐστι τῷ πλείονα γόμον φέρειν τὰ ποτάμια πλοῖα τοῦ χειμῶνος·
水の密度が航行の遅さを生み出すことは、冬に川の船がより多くの積載量を運ぶことからも明らかである。
τὸ γὰρ ὕδωρ μᾶλλον ἀντερείδει πυκνότερον καὶ βαρύτερον γιγνόμενον, τὴν δὲ θάλατταν ἡ θερμότης κωλύει πυκνοῦσθαι, διʼ ἣν οὐδὲ πήγνυται·
水が濃密になり重くなることで、より強く反発して支えるからである。 これに対して、海は熱によって濃密になるのが妨げられており、そのために凍りつくことがない。
μάλκη γὰρ ἔοικεν εἶναι πύκνωσις.
かじかみによる凝縮のようなものが濃密化だからである。
§8διὰ τί, τῶν ἄλλων ὑγρῶν ἐν τῷ κινεῖσθαι καὶ στρέφεσθαι ψυχομένων, τὴν θάλατταν ὁρῶμεν ἐν τῷ κυματοῦσθαι θερμοτέραν γιγνομένην;
なぜ、他の液体は動かされ、かき混ぜられると冷えるのに対して、海は波立つとき、より温かくなるのを我々は見るのか。
ἦ τῶν μὲν ἄλλων ὑγρῶν ἐπεισόδιον οὖσαν καὶ ἀλλοτρίαν ἐξίστησιν ἡ κίνησις τὴν θερμότητα καὶ διαφορεῖ, τὴν δὲ τῆς θαλάττης σύμφυτον οὖσαν ἐκριπίζουσι μᾶλλον οἱ ἄνεμοι καὶ τρέφουσι;
他の液体においては、運動が外部から入った余分な熱を放逐し散逸させるのに対して、海の熱は本質的なものであり、風がそれをいっそう扇ぎ立て、養うからだろうか。
μαρτύρια δὲ τῆς θερμότητος ἡ διαύγεια καὶ τὸ μὴ πήγνυσθαι, καίπερ οὖσαν γεώδη καὶ βαρεῖαν.
その熱の証拠として、澄んでいることや、土っぽく重い性質であるにもかかわらず凍りつくことがないことが挙げられる。
§9διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα;
なぜ、冬には味わうと海があまり苦くなくなるのか。
τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.
このことは導水路学者のディオニュシオスも報告していると言われている。
ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος οὐδʼ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης·
完全に甘みが欠けているわけでもなく、苦みが甘みを全く分け持っていないわけでもない。 何しろ海はそれほど多くの川を受け入れているのだから。
τοῦ δʼ ἡλίου τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος, ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες;
しかし、太陽がその軽さゆえに、表面にある甘く飲用可能な成分を取り去っており、夏にはこの作用がより盛んであるが、冬には熱の弱さのために太陽の働きが穏やかになり、その結果、残された多くの甘みの成分が、混じり気のない苦みや薬のような性質を和らげるからだろうか。
τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε·
これと似たことが、飲用可能な水にも静かに起こっている。
θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
夏には最も軽くて甘い成分を熱が散逸させるため、水質が悪化するが、冬には新しく新鮮な水が流れ込み、海もまた揺り動かされると同時に河川からの供給が増えるために、その恩恵を被るからであろう。
§10διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;
なぜワインに海水を注ぎ入れるのか。 また、漁師たちはディオニュソスを海に浸すことを命じる神託がもたらされたと言い、海から遠い人々は焼いたザキュントス産の石膏を投入するのか。
πότερον ἡ θερμότης βοηθεῖ πρὸς τὴν περίψυξιν, ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα καὶ φθείρουσα τὴν δύναμιν·
熱が冷えに対して助けとなるからだろうか、あるいは、熱そのものがワインを消し去り、その力を台無しにすることで、ワインを本来の性質から変化させるからだろうか。
ἢ τὸ ὑδατῶδες καὶ πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει καθαρόν;
あるいは、ワインの水分や空気の性質は変化に対して極めて不安定であるが、引き締めたり細くしたりする性質を持つ土っぽい成分が、これを安定させるからだろうか。 また、塩は海水と共に、異質で余計な成分を希薄にし、溶解させることで、悪臭や腐敗が生じるのを防ぐからだろうか。 さらに、これらに加えて、濃くて土っぽい成分が、より重い成分と絡み合って一緒に沈み込むことで、沈殿物や澱を形成し、ワインを澄んだ状態で残すからだろうか。

語釈・文法注

  1. 913eτοῖς συνεχῶς διὰ τῶν δεδροσισμένων δένδρων βαδίζουσι — 関与与格(または所持の与格)。動詞 `ἴσχει`(三人称単数)にかかり、その作用が及ぶ対象(露に濡れた木々を歩く人々)を示す。分詞 `ψαύοντα` に直接支配されているわけではない。
  2. 913fἄχνη τις ἀπιοῦσα τοῦ σίνοντος — 分離の属格。現在分詞中性単数が名詞化した `τοῦ σίνοντος`(害するもの)は、移動や離脱を表す分詞 `ἀπιοῦσα`(離脱する、生じる)にかかり、その起点を示す。
  3. 914aἢ τοῦτο μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί; — 比較属格。`τοῦ ἀέρος` は比較級の副詞 `μᾶλλον` に導かれる比較の属格。主語は `οἱ ποταμοί` であり、`τοῦτο` は他動詞 `πάσχουσιν` の直接目的語である。
  4. 914dἵστησι τὰ γεώδη πεφυκότα στύφειν — 文の主語と目的語の関係。`ἵστησι`(安定させる)の主語は中性複数名詞句である `τὰ γεώδη`(土っぽい成分)であり、それに分詞 `πεφυκότα` が一致している。目的語は前文の `τὸ ὑδατῶδες καὶ πνευματῶδες` である。

この箇所を引用する

プルタルコス, 自然学的諸問題 §6-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg125.humanitext-grc2:6-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。