§24διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν;
为什么在满月期间,人们最难成功追踪足迹?
διὰ τὴν εἰρημένην αἰτίαν;
是因为上述原因吗?
δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας
"Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας·
因为满月会降下露水;因此阿尔克曼也将露水称为宙斯与塞勒涅之女,诗云: “宙斯与神圣塞勒涅之女露水滋养着[万物]。
"
ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.
” 因为露水是微弱且无力的雨水,而月球的热量也是微弱的;因此,它像太阳一样从地面汲取[水分],却无法将其引导至高处,亦无法将其完全吸收,因而任其落下。
§25διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον;
为什么因寒冷而结露的地方难以追踪足迹?
πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα·
是因为野兽因寒冷而迟疑不敢远离巢穴,因而没有留下太多痕迹吗?
διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι·
所以人们也说,它们会节省身边的草场,以免在冬季因走远而受苦,而是总能有近处的牧草可食。
ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν·
或者,被追踪的地方不仅需要有足迹,还需要激发起嗅觉,而[气味]在被热量温和地融化和释放时才会活动,而极度的寒冷使气味凝固,不让其流动,也不让其激发起感觉吗?
ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;
因此人们也说,香油和葡萄酒在寒冷和冬季的气味较弱;因为空气凝固,将气味留存其自身之中,而不让其散发出来吗?
§26διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται;
为什么动物在陷入病痛时,会寻找并追求起辅助作用的能力,并且通过使用它们而常常受益?
καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν· αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν· ἡ δὲ χελώνη φαγοῦσα τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει· τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι·
正如狗为了吐出胆汁而吃草;而猪则冲向河蟹,因为它们吃河蟹有助于缓解头痛;而乌龟在吃了蝰蛇的肉之后,会接着吃野甘松;人们还说,熊在感到恶心不适时,会用舌头舔起蚂蚁吞下,从而摆脱病痛。
τούτων δʼ οὔτε πεῖρα καὶ περίπτωσις γέγονεν αὐτοῖς.
然而,这些动物对这些事情既无经验,也未曾偶然遇见过。
πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ἡ ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς αἰσθήσεως·
那么,是否正如蜂巢以其气味吸引蜜蜂,死肉从远处招来秃鹰一样,河蟹之于猪、奥勒冈之于乌龟、蚁冢之于熊,也以适宜且亲和的气味和流溢物吸引着它们,而感觉在没有任何对利益的理性计算下引导着它们?
ἢ τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους δριμύτητας ἢ γλυκύτητας ἤ τινας ἄλλας ἐντίκτουσαι ποιότητας ἀήθεις καὶ ἀτόπους, τῶν ὑγρῶν τρεπομένων;
或者,是由疾病所产生的身体液体的混合平衡,给动物带来了欲望,随着体液的改变而产生不同的辛辣、甘甜或某些其他不寻常且奇怪的品质吗?
ὡς δῆλόν ἐστιν ἐπὶ τῶν γυναικῶν, ὅταν κύωσι, καὶ λίθους καὶ γῆν προσφερομένων διὸ καὶ τῶν νοσούντων ταῖς ὀρέξεσιν οἱ χαρίεντες ἰατροὶ προΐσασι τοὺς ἀσώτως ἢ σωτηρίως ἔχοντας·
正如在妇女怀孕时显而易见的那样,她们会去吃石头和泥土。 因而,优秀的医生也会根据病人的欲望,预先知道哪些人处于无可挽救的状态,哪些人处于可望康复的状态。
ἱστορεῖ γοῦν Μνησίθεος ἰατρὸς ἐν ἀρχῇ πνευμονίας τὸν ἐπιθυμήσαντα κρομμύων σῴζεσθαι τὸν δὲ σύκων ἀπόλλυσθαι, διὰ τὸ ταῖς κράσεσι τὰς ὀρέξεις τὰς δὲ κράσεις τοῖς πάθεσιν ἕπεσθαι.
无论如何,医生姆内西修斯记录道,在肺炎初期,渴望吃洋葱的人得救了,而渴望吃无花果的人则死去了,因为欲望顺应着体液的混合平衡,而混合平衡顺应着病痛。
πιθανὸν οὖν ἐστι καὶ τῶν θηρίων τὰ μὴ παντελῶς ὀλεθρίοις μηδʼ ἀναιρετικοῖς περιπίπτοντα νοσήμασι ταύτην τὴν διάθεσιν καὶ κρᾶσιν ἴσχειν, ὑφʼ ἧς ἐπὶ τὰ σῴζοντα φέρεται καὶ ἄγεται ταῖς ὀρέξεσιν ἕκαστον αὐτῶν.
因此,那些并未陷入完全致命或毁灭性疾病的野兽,也很可能具有这种状态和液体的配合,凭借这一点,它们中的每一只都在欲望的引导下,奔向并被带往能拯救它们的事物。
§27διὰ τί τὸ γλεῦκος, ἂν ὑπὸ ψύχους περιέχηται τὸ ἀγγεῖον, γλυκὺ διαμένει πολὺν χρόνον;
为什么如果容器被寒冷包围,葡萄汁能长久保持甘甜?
πότερον ὅτι πέψις ἐστὶ τοῦ γλεύκους ἡ εἰς τὸ οἰνῶδες μεταβολὴ κωλύει δὲ τὴν πέψιν ἡ ψυχρότης, ὑπὸ θερμοῦ γὰρ ἡ πέψις·
是因为葡萄汁转化为酒的状态是一种消化,而寒冷阻碍了消化,因为消化是由热量产生的吗?
ἢ τοὐναντίον, οἰκεῖός ἐστι τῆς σταφυλῆς χυμὸς ὁ γλυκύς, διὸ καὶ πεπαίνεσθαι λέγεται τὸ γλυκὺ κιρνώμενον ἡ δὲ ψυχρότης οὐκ ἐῶσα διαπνεῖν ἀλλὰ συνέχουσα τὸ θερμόν, τὴν γλυκύτητα διατηρεῖ τοῦ γλεύκους;
或者相反,甘甜的汁液是葡萄特有的本性汁液,因此调和在一起的甘甜汁液也被称为成熟? 而寒冷不允许内热发散,反而将热量凝聚在一起,从而保持了葡萄汁的甘甜吗?
αὕτη δʼ ἐστὶν αἰτία καὶ τῶν τρυγωμένων ὄμβρῳ τὸ γλεῦκος ἧττον ἀναζεῖν·
这也是在雨中采摘的葡萄所榨出的果汁较少发酵的原因吗?
ἡ γὰρ ζέσις ὑπὸ θερμότητος τὴν δὲ θερμότητα κατέχει καὶ συστέλλει τὸ ψυχρόν.
因为发酵是由热量产生的,而寒冷抑制并收缩了热量。