§24διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν;
なぜ満月の頃には、足跡追跡が最も成功しにくいのか。
διὰ τὴν εἰρημένην αἰτίαν;
前述の理由のためだろうか。
δροσοβόλοι γὰρ αἱ πανσέληνοι·
というのも、満月は露を降らせるからである。
διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας
"Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας·
それゆえ、アルクマンも露をゼウスとセレーネーの娘と呼んで、次のように詩に詠んだのである。
"
ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν·
「ゼウスと輝かしいセレーネーの娘である露が[万物を]育てる」実際、露は弱く力のない雨であり、月の熱もまた弱い。
ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.
それゆえ、[月は]太陽のように地から[水分を]引き上げるが、高みにまで導き上げることができず、また取り込むこともできずに放してしまうのである。
§25διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον;
なぜ寒さのために露が降りた場所は、追跡しにくいのか。
πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα·
野生の獣たちが寒さのために寝ぐらから遠くへ進み出ることを躊躇し、多くの足跡を残さないからだろうか。
διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι·
それゆえまた、彼らは近くの場所を温存し、冬に遠くを彷徨って苦労することなく、常に近くで草を食むことができるようにしている、と言われるのだろうか。
ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν·
あるいは、追跡される場所が足跡を保持しているだけでなく、[獲物の匂いが]嗅覚を刺激する必要があるが、[匂いは]熱によって穏やかに解きほぐされ緩められることで動くのに対し、過度の冷却は匂いを凝固させて、流れることも感覚を刺激することも許さないからだろうか。
ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν·
それゆえ、香油やワインも寒さや冬には香りが弱くなると言われるのだろうか。
ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;
実際、空気が凝固して匂いをその中に留めてしまい、放出させないからだろうか。
§26διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται;
なぜ動物たちは、病にかかったとき、助けとなる効能を捜し求め、追い求め、それらを用いることでしばしば回復するのか。
καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν·
例えば、犬は胆汁を吐き出すために草を食べる。
αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν·
また、豚は川の蟹に向かって突進するが、それを食べることで頭痛が和らぐからである。
ἡ δὲ χελώνη φαγοῦσα τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει·
また、亀はクサリヘビの肉を食べた後、オレガノを食べる。
τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι·
また、熊は胃の不調のとき、蟻を舌で取り込んで飲み込むことで、その不快感から治ると言われている。
τούτων δʼ οὔτε πεῖρα καὶ περίπτωσις γέγονεν αὐτοῖς.
しかし、これらの動物たちには、これらのことについての経験や偶然の遭遇があったわけではない。
πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ἡ ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς αἰσθήσεως·
それでは、ちょうどハチの巣がその匂いによって蜂を動かし、死肉がハゲワシを遠くから引き寄せるように、そのように蟹が豚を、オレガノが亀を、蟻塚が熊を、それらに適した親和性のある匂いや流出物によって引き寄せるのであって、役立つことの理性的推論によるのではなく、感覚が彼らを導くからだろうか。
ἢ τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους δριμύτητας ἢ γλυκύτητας ἤ τινας ἄλλας ἐντίκτουσαι ποιότητας ἀήθεις καὶ ἀτόπους, τῶν ὑγρῶν τρεπομένων;
あるいは、病気がもたらす身体の体液の配合バランスの変化が、体液の変質に伴って、様々な辛みや甘み、あるいはその他の異常で奇妙な性質を体内に生み出すことによって、動物たちに欲求をもたらすからだろうか。
ὡς δῆλόν ἐστιν ἐπὶ τῶν γυναικῶν, ὅταν κύωσι, καὶ λίθους καὶ γῆν προσφερομένων διὸ καὶ τῶν νοσούντων ταῖς ὀρέξεσιν οἱ χαρίεντες ἰατροὶ προΐσασι τοὺς ἀσώτως ἢ σωτηρίως ἔχοντας·
これは、女性が妊娠したときに、石や土を摂取することからも明らかである。 それゆえまた、優れた医師たちは、病人の欲求に基づいて、その患者が回復不能な状態にあるか、あるいは回復へ向かう状態にあるかを予見するのである。
ἱστορεῖ γοῦν Μνησίθεος ἰατρὸς ἐν ἀρχῇ πνευμονίας τὸν ἐπιθυμήσαντα κρομμύων σῴζεσθαι τὸν δὲ σύκων ἀπόλλυσθαι, διὰ τὸ ταῖς κράσεσι τὰς ὀρέξεις τὰς δὲ κράσεις τοῖς πάθεσιν ἕπεσθαι.
実際、医師ムネシテオスが記録しているところによれば、肺炎の初期に玉ねぎを欲した者は助かり、イチジクを欲した者は死ぬ。 というのも、欲求は体液の配合バランスに、配合バランスは不調に従うからである。
πιθανὸν οὖν ἐστι καὶ τῶν θηρίων τὰ μὴ παντελῶς ὀλεθρίοις μηδʼ ἀναιρετικοῖς περιπίπτοντα νοσήμασι ταύτην τὴν διάθεσιν καὶ κρᾶσιν ἴσχειν, ὑφʼ ἧς ἐπὶ τὰ σῴζοντα φέρεται καὶ ἄγεται ταῖς ὀρέξεσιν ἕκαστον αὐτῶν.
したがって、完全に致命的あるいは破滅的な病気にかかっているわけではない野生の獣たちも、このような状態や体液の配合を持つようになり、それによって個々の獣が自らを救うものへと、欲求に導かれて駆り立てられる、ということは十分にあり得ることである。
§27διὰ τί τὸ γλεῦκος, ἂν ὑπὸ ψύχους περιέχηται τὸ ἀγγεῖον, γλυκὺ διαμένει πολὺν χρόνον;
なぜマストは、その容器が寒さに取り囲まれていると、長い間甘いままでいるのか。
πότερον ὅτι πέψις ἐστὶ τοῦ γλεύκους ἡ εἰς τὸ οἰνῶδες μεταβολὴ κωλύει δὲ τὴν πέψιν ἡ ψυχρότης, ὑπὸ θερμοῦ γὰρ ἡ πέψις·
マストのワインへの変化は熟成であり、寒さは熟成を妨げるからだろうか。 熱によって熟成は行われるからである。
ἢ τοὐναντίον, οἰκεῖός ἐστι τῆς σταφυλῆς χυμὸς ὁ γλυκύς, διὸ καὶ πεπαίνεσθαι λέγεται τὸ γλυκὺ κιρνώμενον ἡ δὲ ψυχρότης οὐκ ἐῶσα διαπνεῖν ἀλλὰ συνέχουσα τὸ θερμόν, τὴν γλυκύτητα διατηρεῖ τοῦ γλεύκους;
あるいは逆に、甘みこそがブドウ果実本来の汁気であり、それゆえに甘みが調和したものが熟すと言われるのだろうか。 そして、寒さが内熱を発散させず、むしろ熱を閉じ込めることによって、マストの甘みを維持するからだろうか。
αὕτη δʼ ἐστὶν αἰτία καὶ τῶν τρυγωμένων ὄμβρῳ τὸ γλεῦκος ἧττον ἀναζεῖν·
これが原因となって、雨の中で収穫されたブドウから得られるマストは発酵しにくいのだろうか。
ἡ γὰρ ζέσις ὑπὸ θερμότητος τὴν δὲ θερμότητα κατέχει καὶ συστέλλει τὸ ψυχρόν.
なぜなら、発酵は熱によるものであり、寒さがその熱を抑え込み、収縮させるからである。