§20διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον;
由于什么原因,野猪的眼泪是甜的,而鹿的眼泪是咸且粗劣的?
αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες ὁ σῦς·
而这些的原因是热与冷,鹿是冷的,而猪则是极热且多火的。
ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται
"φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς· "
γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον.
因此,一者逃跑,另一者则抵抗袭击者,此时它也最因愤怒而流泪;因为大量的热被带到眼睛,正如诗云: “竖起鬣毛,眼中喷火而视” 融化流出的东西便变得甘甜。
ἔνιοι δέ φασιν, ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς.
但有些人说,正如恩培多克勒那样,当血液受到扰动时,眼泪就像牛奶的乳清一样被挤压出来。
ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων, εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ τοῖς φόβοις ἑκατέρου τοιοῦτον.
既然野猪的血液因热而粗且黑,而鹿的血液则细而稀薄,自然,在各自动怒或恐惧时所分泌出的东西也是如此。
§21διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας;
为什么在猪之中,家猪产仔更频繁且各自在不同时间,而野猪却只产一次,且几乎都在相同的几天里?
αὗται δʼ εἰσὶν ἀρχομένου θέρους· διὸ καὶ λέλεκται
"μηκέτι νυκτὸς ὕειν, ᾗ κεν τέκῃ ἀγροτέρη σῦς.
而这几天是在初夏;因此也有诗云: “野猪产仔之夜,不再下雨。
"
ἦ διὰ πλῆθος τροφῆς, ὄντως
ἐν πλησμονῇ Κύπρις;
” 是因为食物丰富,正如 “饱腹之中有库普里斯”吗?
ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ ἡμέροις ὑπάρχει διὰ παντὸς ἡ μὲν αὐτοφυὴς ἡ δʼ ἐκ παρασκευῆς.
因为食物的丰足在植物和动物中都会产生生殖性余量;因此野猪要靠自己且怀着恐惧寻找食物,而对家猪而言,则始终存在着自生的或备好的食物。
ἢ τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον;
或者是闲暇与忙碌的同时发生为其原因?
αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι ἢ μὴ γίνεσθαι περίττωμα, ἢ καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε
"τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων· "
ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς.
因为前者闲散,不愿离猪倌太远去游荡,而后者爬山奔跑,将食物分散开来并悉数消耗在身体里;因此,或者是由于[前者]总是在一起,或者是由于[后者]不产生余量,或者是由于雌猪与雄猪一同饲养、集群,唤起了对性交的记忆,并激发起欲望,正如恩培多克勒关于人类所诗云: “而由于消化,他也产生了一些渴望,将其混合……” 而在彼此分开抚育的野猪中,缺乏温情和难以交配的情形钝化并熄灭了其冲动。
ἢ καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτι
χλούνην
Ὅμηρος ὠνόμασε σῦν τὸν μόνορχιν;
或者亚里士多德所说的确实是真的,即荷马将独睾的猪称为“克鲁内斯”?
τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.
因为他说,由于它们中的大多数在树干上摩擦身体,睾丸会被磨损破裂。
§22διὰ τί τῆς ἄρκτου φασὶ τὴν χεῖρα γλυκυτάτην ἔχειν σάρκα καὶ φαγεῖν ἡδίστην;
为什么人们说熊的“手”拥有最甘甜的肉,且吃起来最美味?
ἦ ὅτι τὰ πέττοντα τὴν τροφὴν μάλιστα τοῦ σώματος παρέχει τὸ κρέας ἥδιστον;
是因为身体中最为消化食物的部分,提供了最美味的肉吗?
πέττει δὲ κάλλιστα τὸ διαπνέον, κινούμενον μάλιστα καὶ συγγυμναζόμενον, ὥσπερ ἡ ἄρκτος τῷ μέρει τούτῳ πλεῖστα κινεῖται· καὶ γὰρ ὡς ποσὶ τοῖς ἐμπροσθίοις βαδίζουσα χρῆται καὶ τρέχουσα καὶ ὡς χερσὶν ἀντιλαμβανομένη.
而在活动最多、得到最多锻炼的过程中,进行排泄的部分最能极好地消化,正如熊用这个部位活动得最多;因为实际上,它在行走和奔跑时将其当作前脚使用,而在抓取东西时又将其当作手来使用。
§23διὰ τί δυστίβευτος ἡ τοῦ ἔαρος ὥρα;
为什么春季难以追踪?
πότερον αἱ κύνες, ὥς φησιν Ἐμπεδοκλῆς,
"κέμματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶσαι"
τὰς ἀπορροὰς ἀναλαμβάνουσιν, ἃς ἐναπολείπει τὰ θηρία τῇ ὕλῃ, ταύτας δὲ τοῦ ἔαρος ἐξαμαυροῦσι καὶ συγχέουσιν αἱ πλεῖσται τῶν φυτῶν καὶ τῶν ὑλημάτων ὀσμαί, ὑπὲρ τὴν ἄνθησιν ὑπερχεόμεναι καὶ κεραννύμεναι, περιποτῶσι καὶ διαπλανῶσι τὰς κύνας τῆς τῶν θηρίων ὀσμῆς ἐπιλαβέσθαι;
是因为猎犬们——正如恩培多克勒所说, “用鼻孔搜寻野兽肢体的碎片” 接收了野兽在林中留下的流溢物,但在春天,绝大多数植物和灌木的香气在开花时溢出并混合在一起,将这些流溢物抹去并混淆,从而四处飘荡,使猎犬迷失,无法捕捉到野兽的气味吗?
διὸ περὶ τὴν Αἴτνην ἐν Σικελίᾳ φασὶ μηδένα κυνηγεῖν· πολὺ γὰρ ἀναφύεσθαι καὶ τεθηλέναι διʼ ἔτους ἴον ὀρεινὸν ἐν τοῖς λειμῶσι, καὶ τὸν τόπον εὐωδίαν ἀεὶ κατέχουσαν ἁρπάζειν τὰς τῶν θηρίων ἀναπνοάς.
因此据说在西西里的埃特纳山附近没有人狩猎;因为那里的草地上全年都大量生长并绽放着山地紫罗兰,而始终充盈该地的芳香夺走了野兽的气息。
λέγεται δὲ μῦθος, ὡς τὴν Κόρην ἐκεῖθεν ἀνθολογοῦσαν ὁ Πλούτων ἀφαρπάσειε, καὶ διὰ τοῦτο τιμῶντες καὶ σεβόμενοι τὸ χωρίον ὡς ἄσυλον οὐκ ἐπιτίθενται τοῖς ἐκεῖ νεμομένοις.
并流传着一个神话,普鲁托从那里劫走了正在采花的科瑞,因此人们尊崇并敬畏该地,将其视为避难所,不袭击在那里吃草的动物。