§9.1#2οἱ δʼ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν, ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον·
然而,其他人则说他死在克莱奥奈,他是与其他被带走的人一同死在那里的,在那个地方他的舌头被割掉,并以前述方式被处死。
τοὺς δʼ οἰκείους τὰ ὀστᾶ λαβόντας· · ʼ θάψαι τε ἅμα τοῖς γονεῦσι πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ τρίτῳ περὶ μνημάτων.
而他的亲属获得了他的遗骨,将他与他的父母一同安葬在希帕德斯门前,正如赫里奥多罗斯在《关于墓碑》第三卷中所说的那样。
νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα καὶ ἔστιν ἄδηλον.
如今,这座墓碑已经坍塌,变得不为人知。
πάντων δὲ κατὰ τὴν δημηγορίαν διενεγκεῖν λέγεται· τέτακται δὲ ὑπʼ ἐνίων πρὸ Δημοσθένους.
据说他在演说方面超过了所有人,甚至被一些人排在德摩斯梯尼之前。
φέρονται δʼ αὐτοῦ λόγοι ἑβδομήκοντα ἑπτά, ὧν γνήσιοί εἰσι πεντήκοντα δύο.
流传下来的属于他的演说辞有七十七篇,其中真作有五十二篇。
ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ἐκβαλεῖν μὲν τὸν υἱὸν εἰσαγαγεῖν δὲ Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν, ἐν Πειραιεῖ δʼ ἔχειν Ἀρισταγόραν, ἐν Ἐλευσῖνι δʼ ἐν τοῖς ἰδίοις κτήμασι Φίλαν τὴν Θηβαίαν, εἴκοσι μνῶν λυτρωσάμενος.
他也沉溺于女色,以至于赶走了他的儿子,而迎娶了最昂贵的妓女缪里妮,在比雷埃夫斯占有阿里斯塔戈拉,在埃勒夫西斯的私有产业中占有忒拜的菲拉,并且是用二十明纳将其赎身的。
ἐποιεῖτό τε τὸν περίπατον ἐν τῇ ἰχθυοπώλιδι ὁσημέραι.
他每天都会在鱼市场散步。
ὡς εἰκὸς δέ, καὶ δίκῃ Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρινομένῃ συνεξητάσθη· αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου δηλοῖ·
正如人们所预期的那样,当妓女芙里尼因不敬虔罪受审时,他也参与了共同辩护;因为他自己就在演说辞的开头表明了这一点。
μελλούσης δʼ αὐτῆς ἁλίσκεσθαι, παραγαγὼν εἰς μέσον καὶ περιρρήξας τὴν ἐσθῆτα ἐπέδειξε τὰ στέρνα τῆς γυναικός· καὶ τῶν δικαστῶν εἰς τὸ κάλλος ἀπιδόντων, ἀφείθη.
在弗里尼即将被判有罪时,他把她带到法庭中央,撕开她的衣服,展露出这位女性的胸部;法官们看到她的美丽后,便宣告她无罪。
συνετίθει δʼ ἡσυχῆ κατὰ τοῦ Δημοσθένους ἐγκλήματα, ὡς καὶ φωραθῆναι· νοσοῦντος γὰρ τοῦ Ὑπερείδου, ἥκοντα εἰς τὴν οἰκίαν τὸν Δημοσθένη ὡς ἐπισκεψόμενον καταλαβεῖν κατέχοντα τὸ καθʼ αὑτοῦ βιβλίον· τούτου δʼ ἀγανακτοῦντος, εἶπε
φίλον μὲν ὄντα οὐδὲν λυπήσει, ἐχθρὸν δὲ γενόμενον κωλύσει τι κατʼ ἐμοῦ πρᾶξαι
ἐψηφίσατο δὲ καὶ τιμὰς Ἰόλᾳ τῷ δοκοῦντι Ἀλεξάνδρῳ τὸ φάρμακον δοῦναι.
他曾暗中撰写针对德摩斯梯尼的控诉,以至于暴露了行踪;因为当尤佩里德斯生病时,德摩斯梯尼来到他的住宅探望他,发现他正拿着针对自己的那份文件;在德摩斯梯尼对此表示愤慨时,尤佩里德斯说道:“如果你还是朋友,这不会伤害你;但如果你变成敌人,它就会阻止你对我采取任何行动。 ”他还为被认为给亚历山大下毒的伊奥拉斯提议了荣誉。
ἐκοινώνησε δὲ καὶ Λεωσθένει τοῦ Λαμιακοῦ πολέμου, καὶ ἐπὶ τοῖς πεσοῦσιν εἶπε τὸν ἐπιτάφιον θαυμασίως Φιλίππου δὲ πλεῖν ἐπʼ Εὐβοίας παρεσκευασμένου καὶ τῶν Ἀθηναίων εὐλαβῶς ἐχόντων, τεσσαράκοντα τριήρεις ἤθροισεν ἐξ ἐπιδόσεως καὶ πρῶτος ὑπὲρ αὑτοῦ καὶ τοῦ παιδὸς ἐπέδωκε δύο τριήρεις.
他还与列奥斯蒂尼一同参加了拉米亚战争,并为阵亡者作了极其出色的葬礼演说。 当菲利普准备航向优卑亚而雅典人犹豫不决时,他通过自愿捐助筹集了四十艘三段战船,并率先为自己和儿子捐赠了两艘战船。
συστάντος δὲ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, αἱρεθέντος Αἰσχίνου συνειπεῖν, ἡ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην ἐχειροτόνησεν καὶ ἔστιν ὁ λόγος Δηλιακὸς ἐπιγεγραμμένος, ἐπρέσβευσε δὲ καὶ πρὸς Ῥοδίους.
当与德利阿斯人发生关于哪一方应当主持神殿的争端时,尽管艾斯基涅斯已被选为倡导者,但阿雷奥巴古议会还是选举了尤佩里德斯;该演说辞被冠以《德利阿斯演说》的标题。 他还出使过罗得斯人。
ἡκόντων δὲ καὶ παρʼ Ἀντιπάτρου πρέσβεων, ἐπαινούντων τὸν Ἀντίπατρον ὡς χρηστόν, ἀπαντήσας· αὐτοῖς εἶπεν
οἴδαμεν ὅτι χρηστὸς ὑπάρχει, ἀλλʼ ἡμεῖς γʼ οὐ δεόμεθα χρηστοῦ δεσπότου.
当安提帕特的使节到来并称赞安提帕特宽厚时,他出面迎击他们并说道:“我们知道他宽厚,但我们不需要一个宽厚的主人。
λέγεται δʼ ἄνευ ὑποκρίσεως δημηγορῆσαι καὶ μόνον διηγεῖσθαι τὰ πραχθέντα καὶ τούτοις οὐκ ἐνοχλεῖν τοὺς δικαστάς.
”据说他进行公众演讲时没有任何戏剧化的表演,仅仅陈述事实,不以此去打扰法官。
ἐπέμφθη δὲ καὶ πρὸς Ἠλείους ἀπολογησόμενος ὑπὲρ Καλλίππου τοῦ ἀθλητοῦ, ἔχοντος αἰτίαν φθεῖραι τὸν ἀγῶνα, καὶ ἐνίκησε.
他还被派往伊利斯人那里,为被指控收买比赛的运动员卡利普斯辩护,并获得了胜利。
γραψάμενος δὲ καὶ τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος ἐπὶ Ξενίου ἄρχοντος, Γαμηλιῶνος ἑβδόμῃ φθίνοντος, ἡττήθη.
他还起诉了向福基翁赠送荣誉的决议案,该案由阿纳吉鲁斯区的梅迪亚斯(梅迪亚斯之子)在塞尼亚斯担任执政官期间、加美利昂月下半月第七日(即二十四日)提出,但他败诉了。