§10.1Δείναρχος Σωκράτους ἢ Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος εἰς Ἀθήνας ἔτι νέος, καθʼ ὃν χρόνον Ἀλέξανδρος ἐπῄει τὴν Ἀσίαν, κατοικήσας αὐτόθι ἀκροατὴς μὲν ἐγένετο Θεοφράστου τοῦ διαδεξαμένου τὴν Ἀριστοτέλους διατριβήν, ὡμίλησε δὲ καὶ Δημητρίῳ τῷ Φαληρεῖ·
丁纳库斯是苏克拉底或索斯特拉图斯之子,一些人认为他是当地人(雅典人),但在另一些人看来他是科林斯人。 他尚年轻时,正值亚历山大进军亚洲之际,来到雅典。 他在那里定住下来,成为继承了亚里斯多德学派的泰奥弗拉斯托斯的听众,并与法勒鲁姆的德米特里乌斯交往。
μάλιστα δὲ προσῄει τῷ πολιτεύεσθαι μετὰ τὴν Ἀντιπάτρου τελευτήν, τῶν μὲν ἀνῃρημένων ῥητόρων τῶν δὲ πεφευγότων.
在安提帕特去世后,当一部分演说家被处死,另一部分人逃亡时,他开始极力投身于政治活动。
φίλος δὲ Κασάνδρῳ γενόμενος, ὡς ἐπὶ πλεῖστον προέκοψε χρήματα τῶν λόγων εἰσπραττόμενος, οὓς τοῖς δεομένοις συνέγραφεν·
他与卡山德结为朋友,通过为需要的人撰写演说辞并收取费用,积累了极大的财富。
ἀντετάξατο δὲ πρὸς τοὺς ἐπιφανεστάτους τῶν ῥητόρων, οὐκ εἰς δῆμον παριών· οὐ γὰρ οἷὸς τʼ ἦν· ἀλλὰ τοῖς ἐναντιουμένοις λόγους συγγράφων·
他对抗那些最显赫的演说家,却并不亲自登上公民大会——因为他没有这种资格——而是为他们的反对者撰写演讲辞。
καὶ ἐπεὶ Ἅρπαλος διέδρα, πλείους λόγους συνέγραψε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι, καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε.
当哈帕路斯逃亡时,他撰写了多篇针对那些被指控收受贿赂之人的演说辞,并将这些交给了控告者。
χρόνῳ δʼ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπʼ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα.
后来,他被指控在安纳克西克拉特担任执政官期间,当慕尼基亚被安提柯和德米特里乌斯驻军防守时,曾与安提帕特和卡山德就占领慕尼基亚一事进行会谈。 于是他将大部分财产变现,逃往哈尔基斯。
διατρίψας δʼ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη, καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι.
他在流亡中度过了约十五年,并积累了丰厚的财产后返回。 这是泰奥弗拉斯托斯及其同伴与其他流亡者一同为他争取到重返雅典的结果。
καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ αὐτοῦ καὶ τὸ χρυσίον ἀπολέσας, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενής, οὐ βουλομένου τοῦ Προξένου ἀναζητεῖν, λαγχάνει αὐτῷ δίκην καὶ τότε πρῶτον εἶπεν ἐν δικαστηρίῳ.
他寄宿在友人普罗克塞努斯的家中,丢失了金币。 由于他当时已年老且视力微弱,而普罗克塞努斯不愿寻找,他便对其提起诉讼,并在此生第一次在法庭上发言。
σῴζεται δʼ αὐτοῦ καὶ ὁ λόγος.
他的这篇演说辞至今仍保存着。
φέρονται δʼ αὐτοῦ καὶ λόγοι γνήσιοι ἑξήκοντα τέσσαρες· τούτων ἔνιοι παραλαμβάνονται ὡς Ἀριστογείτονος.
流传下来的属于他的真作演讲辞有六十四篇,其中一些被归为阿里斯托格伊通的作品。
ζηλωτὴς δʼ ἐγένετο Ὑπερείδου ἢ ὥς τινες διὰ τὸ παθητικὸν Δημοσθένους καὶ τὸ σφοδρόν· τῶν σχημάτων δʼ αὐτοῦ μιμητὴς ὑπάρχει.
他是尤佩里德斯的效仿者,或者如某些人所说,由于情感的渲染和强烈,他是德摩斯梯尼的追随者;他是德摩斯梯尼修辞格的模仿者。