Humanitext Reader

普鲁塔克 · 十演说家传 §8.1#2

德摩斯梯尼的政治生涯与流亡及逝世

第 12 段,共 19 段 · 希腊语

内容简介

本章节记述了德摩斯梯尼的政治活动、在喀罗尼亚战役中的败退、因哈尔帕罗斯事件而导致的倒台与流亡,以及他在卡劳里亚岛躲避马其顿追兵时的自尽和其雕像上所刻的哀悼诗。

§8.1#2καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφʼ οὗ πρὸς Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν ἐκπέμψαι τὴν βοήθειαν·
当他三十岁时,从德克西修斯到卡利马科斯(在此执政官任期内,因奥林特斯人在战争中受到菲利普 ¦845e 的压迫,派来了请求援助的使节)计算时间,他设法说服了雅典人派遣援军。
τῷ δʼ ἑξῆς, ἐφʼ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο.
在接下来的第二年, ¦25 也就是普拉托(柏拉图)去世的那一年,菲利普征服了奥林特斯人。
ἔγνω δʼ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα· τῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους.
苏格拉底的弟子克塞诺丰(色诺芬)也在其政治活动的初期或全盛期结识了他;因为对前者(克塞诺丰)而言,他的《希腊史》在写到曼蒂内亚战役周围的事物时便已终结,当时的执政官是哈里奎德斯,而后者(德摩斯梯尼)在此之前就已经在提摩克拉底任内起诉并击败了其监护人。
φεύγοντος δʼ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν· τοῦ δʼ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο καὶ τάλαντον ἔδωκεν ἀργυρίου.
当艾斯基内斯在判决后流亡时,他骑马追赶 ¦5 他;后者以为自己要被逮捕,便倒在地上并蒙上脸,但德摩斯梯尼将他扶起并 ¦845f 予以安慰,还给了他一个塔兰特的银子。
καὶ συνεβούλευσε δὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τούτῳ τριηράρχης ἐξέπλευσε.
他还建议民众在萨索斯岛维持一支雇农军队,并为此亲自作为三段櫂船长出海。
σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη.
¦10 他还曾担任粮食采购官,虽被控以贪污,但最终被宣告无罪。
Φιλίππου δʼ Ἐλάτειαν καταλαβομένου καὶ αὐτὸς τοῖς ἐν Χαιρωνείᾳ μαχεσαμένοις συνεξῆλθεν ὅτε καὶ δοκεῖ τὴν τάξιν λιπεῖν, φεύγοντος δʼ αὐτοῦ βάτον ἐπιλαβέσθαι τῆς χλαμύδος, τὸν δʼ ἐπιστραφέντα εἰπεῖν ζώγρει.
当菲利普占领埃拉特亚时,他本人也随同那些在喀罗尼亚战斗的人一同出征。 就在那时,他被认为逃离了战线。 在逃跑时,一丛荆棘勾住了他的斗篷,他转过身来 ¦15 说道:“生擒我吧!
εἶχε δὲ καὶ ἐπίσημον ἐπὶ τῆς ἀσπίδος ἀγαθῇ τύχῃ εἶπε μέντοι τὸν ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι.
”他的盾牌上还刻有“祝好运”的铭文。 然而,他还是为阵亡者发表了葬礼演说。
μετὰ δὲ ταῦτα πρὸς τὴν ἐπισκευὴν τῆς πόλεως τῇ ἐπιμελείᾳ προσελθὼν καὶ τῶν τειχῶν ἐπιμελητὴς χειροτονηθεὶς ἀπὸ τῆς ἰδίας οὐσίας εἰσήνεγκε τὸ ἀναλωθὲν ἀργύριον, μνᾶς ἑκατόν ἐπέδωκε δὲ καὶ θεωροῖς μυρίας τριήρους τʼ ἐπιβὰς περιέπλευσε τοὺς συμμάχους ἀργυρολογῶν.
此后,他积极投身于城邦的修缮工作,并被选为城墙修缮专员,他从自己的财产中 846a 捐出了所消耗的一百米纳银子;他还向节日基金捐赠了一万(德拉克马),并登上三段櫂船,环绕同盟国募集资金。
ἐφʼ οἷς πολλάκις ἐστεφανώθη, πρότερον μὲν ὑπὸ Δημομελοῦς Ἀριστονίκου Ὑπερείδου χρυσῷ στεφάνῳ, τελευταῖον δʼ ὑπὸ Κτησιφῶντος·
由于这些功绩,他多次获得授冠,起初由德莫梅洛斯、阿里斯托尼克斯和希佩里德斯授予金冠,最后由克特西丰授予。
καὶ γραφέντος τοῦ ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, ἀπολογούμενος ἐνίκησεν, ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων τὸν διώκοντα μὴ μεταλαβεῖν.
当该决议被狄奥多托斯和艾斯基内斯控以违宪时,他在辩护中胜诉,以至于原告连五分之一的 ¦5 选票都没有拿到。
ὕστερον δʼ Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν στρατευομένου καὶ φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι· ἐπειδὴ δʼ εἰσέπλευσε, λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο· βουλομένων τʼ Ἀθηναίων Ἀντιπάτρῳ παραδοῦναι τὸν ἄνθρωπον ἀντεῖπεν, ἔγραψὲ τʼ ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα·
后来,当亚历山大向亚洲远征,哈尔帕罗斯带着资金逃亡至雅典时,起初德摩斯梯尼阻止接纳他;但当他乘船入港后,德摩斯梯尼收受了一千达雷科斯金币,随之改变了立场; 846b 雅典人想要将此人移交给安提帕特时,他表示反对,并撰写决议案,建议将资金存放在阿克罗波利斯,且不向民众透露其具体数额。
φήσαντος δʼ Ἁρπάλου ἑπτακόσια συγκατακομίσαι τάλαντα τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν, εὑρέθη τριακόσια καὶ πεντήκοντα ἢ ὀλίγῳ πλείονα ὥς φησι Φιλόχορος·
哈尔帕罗斯声称自己带去并存入阿克罗波利斯的是七百个塔兰特, ¦15 但实际上被发现的只有三百五十个塔兰特,或者正如菲洛霍罗斯所说,仅比这稍多一些。
μετὰ δὲ ταῦτα φυγόντος Ἁρπάλου ἐκ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφυλάσσετο, μέχρις ἂν ἀφίκηταί τις παρʼ Ἀλεξάνδρου, καὶ πορευθέντος εἰς τὴν Κρήτην ἢ ὡς ἔνιοι ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, αἰτίαν ἔσχεν ὁ Δημοσθένης δωροδοκίας, ὡς διὰ τοῦτο μήτε τὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς μήτε τὴν τῶν φυλασσόντων ἀμέλειαν.
此后,哈尔帕罗斯从关押他的监牢中逃脱(他被关押在此是为了等待亚历山大派人前来),并前往克里特岛,或如某些人所说去了拉科尼亚的泰纳伦,德摩斯梯尼因此背负了受贿的罪名, 846c 因为他既没有呈报被带回资金的实际差额,也没有呈报守卫们的玩忽职守。
εἰσαχθεὶς δʼ εἰς δικαστήριον ὑπὸ Ὑπερείδου Πυθέου Μενεσαίχμου Ἱμεραίου Πατροκλέους, οἳ ἐποίησαν καταγνῶναι αὐτοῦ τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ ἁλοὺς ἔφυγε, πενταπλασίονα ἀποτῖσαι μὴ δυνάμενος ʽ εἶχε δʼ αἰτίαν τριάκοντα τάλαντα λαβεῖν̓, ἢ ὡς ἔνιοι οὐχ ὑπομείνας τὴν κρίσιν.
他被希佩里德斯、皮塞亚斯、梅内塞克姆斯、希梅莱乌斯、巴特罗克莱斯带上法庭(他们促使阿雷奥巴古斯会议判定其有罪),在被判有罪后,由于无法偿还五倍的罚金,他选择流亡 ¦5 (他被控受贿三十个塔兰特),或者如某些人所说,他没有等待判决便逃走了。
μετὰ δὲ τοῦτον τὸν χρόνον τῶν Ἀθηναίων Πολύευκτον πεμψάντων πρεσβευτὴν πρὸς τὸ κοινὸν τῶν Ἀρκάδων, ὥστʼ ἀποστῆναι αὐτοὺς τῆς τῶν Μακεδόνων συμμαχίας, καὶ τοῦ Πολυεύκτου πεῖσαι μὴ δυναμένου, ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισεν.
在此之后,当雅典人派遣波留埃克托斯 ¦846d 作为使者前往阿卡迪亚人的联盟,以便让他们背叛与马其顿人的同盟, ¦10 而波留埃克托斯无法说服他们时,德摩斯梯尼出现并共同发表辩论,说服了他们。
ἐφʼ ᾧ θαυμασθεὶς μετὰ χρόνον τινὰ κάθοδον εὕρατο, ψηφίσματος γραφέντος καὶ τριήρους ἀποσταλείσης.
因此他赢得了极高的声誉,一段时间后,通过撰写的决议并派遣了三段櫂船,他重获归国权。
τῶν δʼ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος.
由于雅典人通过决议,允许他将所欠的三十 ¦15 塔兰特用于亲自装饰皮赖翁的救世主宙斯祭坛,并以此免除债务(这一决议由他的堂兄弟派阿尼亚区的德蒙撰写),他在此基础之上重新参与政治。
Ἀντιπάτρου δʼ εἰς Λάμειαν ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος τῶν Ἀθηναίων εὐαγγέλια θυόντων, πρός τινα τῶν ἑταίρων Ἀγησίστρατον ἔφη οὐ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις περὶ τῶν πραγμάτων ἐπίσταμαι γάρ εἰπεῖν τοὺς Ἕλληνας στάδιον μὲν πολεμεῖν καὶ εἰδότας καὶ δυναμένους, δόλιχον δʼ οὐκέτι Φάρσαλον δʼ ἑλόντος Ἀντιπάτρου καὶ, πολιορκήσειν ἀπειλοῦντος Ἀθηναίους, εἰ μὴ τοὺς ῥήτορας ἐκδοίησαν, καταλιπὼν ὁ Δημοσθένης τὴν πόλιν ἔφυγε πρῶτον μὲν εἰς Αἴγιναν ἐπὶ τὸ Αἰάκειον καθεδούμενος, φοβηθεὶς δʼ εἰς Καλαυρίαν μετέστη.
当安提帕特被希腊人围困在拉米亚时, 846e 雅典人正在为捷报献祭,德摩斯梯尼对他的一个同伴阿格西斯特拉托斯说,他对局势的看法与其他人不同。 ¦25 “因为我知道,”他说道,“希腊人懂得并且能够打短距离战(stadion),但无法再打长距离战(dolichos)了。 ”当安提帕特攻占法萨卢斯并威胁说,若不交出雄辩家就要围困雅典时,德摩斯梯尼离开城邦,首先逃往埃伊纳岛,准备在埃阿科斯神殿 ¦5 作为求庇护者坐下,但他因恐惧而转往卡劳里亚。
ἐκδιδόναι δὲ τοὺς ῥήτορας τῶν Ἀθηναίων ψηφισαμένων κἀκεῖνον, καθέζετο ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ·
当雅典人通过决议交出包括他在内的 ¦846f 雄辩家时,他在波塞冬神殿中作为求庇护者坐下。
ἐλθόντος δʼ ἐπʼ αὐτὸν Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικαλουμένου, ὃς παρέβαλεν Ἀναξιμένει τῷ ῥήτορι καὶ πείθοντος αὐτὸν ἀναστῆναι, ὡς φίλον Ἀντιπάτρῳ γενησόμενον, εἶπεν ὅτι οὔτε, ὅτε ἐτραγῴδεις, ἔπειθές με οὔτε νῦν πείσεις συμβουλεύων τοῦ δʼ ἐπιχειροῦντος βιάζεσθαι, ἐκώλυσαν αὐτὸν οἱ κατὰ τὴν πόλιν·
被称为“流亡者猎手”的阿尔基亚斯前来抓捕他(此人曾师从雄辩家阿纳克西梅内斯),并试图劝说他站起来,声称他会成为安提帕特的朋友,德摩斯梯尼说: ¦10 “你演悲剧的时候说服不了我,现在用你的建议也同样说服不了我。 ”当阿尔基亚斯试图诉诸暴力时,城中的居民阻止了他。
καὶ Δημοσθένης ἔφη οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαυρίαν, ἀλλʼ ὡς ἐλέγξων Μακεδόνας καὶ τὰ τῶν θεῶν βιασομένους,·
德摩斯梯尼说道:“我并非 ¦15 因为需要保全性命才逃往卡劳里亚,而是为了控诉马其顿人,以及那些甚至要亵渎神圣事物的人。
αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον " εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. "
” ¦847a 接着他要来书写板写道——正如麦格尼西亚的德美特里奥斯所说,他写下了后来被雅典人刻在 ¦20 他的雕像上的那首哀悼诗:‘德摩斯梯尼啊,若你的力量与你的知虑相等,马其顿的战神永远无法统治希腊人。 ’

词汇与语法注释

  1. 845dλογιζομένοις — 此处为现在活动分词的与格复数形式,用作表示观点的与格(dative of reference),意为“对计算(时间)的人而言”,指从德克西修斯到卡利马科斯的时期,无特定主语。
  2. 845eτῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο — 此处指代上文色诺芬的指示代名词 τῷ μὲν(与格单数阳性),而句子主语为 τὰ 希腊史(τὰ Ἑλληνικά),谓语为被动未完成时单数第三人称 ἐτελεῖτο(结束)。其作为所有或关涉与格,意为“对于他(色诺芬)而言,《希腊史》终结于……”。
  3. 845eζώγρει — 动词 ζωγρέω(活捉)的现在活动命令式单数第二人称形式。此处以直接引语形式引用德摩斯梯尼的滑稽台词,因他误将勾住斗篷的荆棘当作了前来逮捕他的追兵。
  4. 846bμηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα — 否定小词 μηδέ 与不定过去时活动分词宾格单数阳性 εἰπόντα 的组合。该分词的逻辑主语指向德摩斯梯尼,修饰其起草决议的行为,意为“在不让(哈尔帕罗斯)向民众透露数额的情况下”或“自己不向民众透露数额的情况下”。
  5. 846cὡς διὰ τοῦτο μήτε τὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς — 表示主观原因的 ὡς 加上现在完成时活动分词 μεμηνυκώς(源自 μηνύω,意为“呈报”或“揭发”)。此处用于表达指控德摩斯梯尼的理由,即指控其“因为该原因而未呈报运回资金(的差额)”。
  6. 847aεἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες — 这是一个针对过去事实的反事实虚拟条件句,在条件从句(ἔσχες,直陈式过去时)与主句(ἂν ἦρξεν,助词 ἂν 加上直陈式过去时)中均使用了过去时。它表达了强烈的追悔之意:“德摩斯梯尼啊,若你拥有与你的知虑(γνώμη)相等的武力(ῥώμη),马其顿人绝不可能统治希腊人。”

引用这一段

普鲁塔克, 十演说家传 §8.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:8.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。