§7.1#1Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκοῦργος, ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ·
吕库戈斯是吕科弗隆之子,而吕科弗隆又是吕库戈斯之子。 后者曾被三十人僭主处死,巴特区的阿里斯托德摩斯是导致其被处死的原因。 阿里斯托德摩斯曾任同盟财务官,后在民主制时期流亡。
τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν.
在德莫斯方面,吕库戈斯属于布塔代区,出身于真正的布塔斯家族。
ἀκροατὴς δὲ γενόμενος Πλάτωνος; τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν εἶτα καὶ Ἰσοκράτους·
他首先成为哲学家柏拉图的弟子,学习哲学,随后又成为辩论家伊索克拉底的熟人。
τοῦ ῥήτορος γνώριμος γενόμενος ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων·
他在政治上表现显赫,无论是言论还是行动,并且确实被委以公共资金的管理。
ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς·
因为他曾担任三届(每届五年)公共资金管理人(财务官),管理了一万四千塔兰特,或者如某些人所说,一万八千六百五十塔兰特。
τιμὰς αὐτῷ ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα, αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα, ἀεὶ τʼ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε, καὶ θέρους καὶ χειμῶνος.
为他提议授予荣誉的辩论家斯特拉托克莱斯说,起初是他自己当选,随后他登记了自己的一位朋友的名字,而由他自己实际进行管理,这是为了赶在“当选管理公共资金的人任期不得超过五年”这一法律出台之前。 他始终坚持监督工程,不论冬夏。
καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς; πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε.
他还被选为负责战争准备,整顿了城邦的许多事务,并为民众筹备了四百艘三段桨船,建设并种植了吕克昂体育场的树木,建造了摔跤场,并在担任监督时完成了狄奥尼索斯剧场。
πιστευσάμενος δʼ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς.
他受托保管了私人寄托的二百五十塔兰特,并为城邦制作了金银祭礼器物和金制胜利女神像。
πολλὰ δʼ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην· καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου.
他接手并完成了许多未完工的工程,包括船坞和军械库;他还为帕纳辛奈科竞技场修建了基座,完成了这项工程并将峡谷填平,这是因为拥有这块土地的某个叫德伊尼亚斯的人,在吕库戈斯预先提议让他赠予后,将其无偿让渡给了城邦。
ἔσχε δὲ καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν; οὓς ἐξήλασεν·
他还负责城邦的警戒和恶徒的逮捕,他将他们全部驱逐。
ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν.
以至于一些诡辩家说,吕库戈斯不是用墨水,而是用死亡浸湿笔尖,针对恶人进行法律的撰写。
ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπʼ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο.
因此,当国王亚历山大要求引渡他时,民众没有交出他。
καθʼ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις.
在腓力对雅典人进行第二次战争的时期,他与波吕宇克托斯及德摩斯梯尼一起作为使节前往伯罗奔尼撒和某些其他城市。
διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ.
他一生在雅典人中始终享有极高声誉,并被视为公正之人,以至于在法庭上,只要说一句“吕库戈斯曾这样说”,就似乎能对被辩护者有所帮助。
εἰσήνεγκε δὲ καὶ νόμους· , τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα· τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις·
他还引入了一些法律:一条是关于喜剧演员的,即在“壶祭日”在剧场举行竞赛,并且获胜者应当被登记在城邦中(以前是不允许的),从而恢复了已经废弃的竞赛;另一条是,应当为诗人埃斯库罗斯、索福克勒斯、欧里庇得斯建立青铜像,并将他们的悲剧公开发行誊抄并保存,城邦的书记官应当向演员们宣动对照,因为不允许不照此演。
οὐκ ἐξεῖναι γὰρ παρʼ αὐτὰς ὑποκρίνεσθαι. καὶ τρίτον, μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων ἄνευ τῆς τοῦ προτέρου δεσπότου γνώμης.
第三条是,任何雅典人或居住在雅典的人,都不得在未经前主人同意的情况下,从捕获的人中购买自由之身的人作为奴隶。
ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ, κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, καὶ δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν.
此外,还规定应当在比雷埃夫斯为波塞冬举行竞赛,环舞合唱队不少于三队,并给获胜者不少于十米纳,第二名八米纳,被评为第三名的给六米纳。
ἔτι δʼ ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται αἱ δημοτικαὶ ὑπὸ τῶν πλουσιῶν εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας.
此外,妇女不得乘马车前往埃莱夫西斯,以免平民妇女受到富人的鄙视;如果有人被发现违反,应罚款六千德拉克马。
τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον αὐτοῖς ἔδωκε·
但他的妻子没有服从,密告者发现后,他给了他们一塔兰特。
κατηγορούμενος δʼ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ, ἔφη
ἀλλʼ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι
τελώνου δὲ ποτʼ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δʼ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν·
后来他在公民大会上被指控时,他说:“但无论如何,我被看到的是在给予,而不是在接受。 ”一次,当一个税吏对哲学家色诺克拉底动手,要把他带走去交外侨税时,吕库戈斯遇见了,用手杖打在税吏的头上,释放了色诺克拉底,并将税吏关进监狱,因其所为不当。
ἐπαινουμένου δʼ ἐπὶ τῇ πράξει, μεθʼ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου, ἔφη
ταχέως γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι.
这一行为受到赞扬,几天后色诺克拉底遇到吕库戈斯的孩子们,说道:“孩子们,我很快就对你们的父亲报恩了;因为他因帮助我而受到许多人的赞扬。
εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα.
”他还提出了一些决议案,雇用了一个在决议案起草方面极有能力的奥林索斯人埃乌克莱德斯。
εὔπορος δʼ ὢν ἱμάτιον ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις ἡμέραις.
他虽然富裕,但冬天和夏天都穿着同一件衣服,并且只在必要的日子里才穿鞋。
ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δʼ αὐτῷ ὑποκειμένου, ἐφʼ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη.
他日夜研读,因为他天生不擅长即兴演讲;他身下有一张小床,上面只有一张羊皮和一个枕头,以便他能容易醒来并研读。
ἐγκαλοῦντος δʼ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι περὶ λόγους διατρίβων, ἀλλʼ εἴ τις γʼ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι.
当有人指责他花时间在言论上并给诡辩家付酬金时,他说:“但是,如果有人承诺能让我的儿子们变得更好,我不仅会拿出千个德拉克马,甚至会拿出我财产的一半。 ”