§8.1#1Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς;
德摩斯梯尼是德摩斯梯尼与居隆之女克莱奥布勒之子,属于派阿尼亚民主区。
ὑπὸ τοῦ πατρὸς ἐτῶν ἑπτὰ μετʼ ἀδελφῆς πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δʼ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι.
他在七岁时与五岁的妹妹一同被父亲留下,在孤儿时期与母亲一同度过,正如一些人所说,他师从于伊索克拉底,但大多数人则说他师从于当时居住在雅典的哈尔基斯人伊塞乌斯,伊塞乌斯是伊索克拉底的学生;德摩斯梯尼也效法修昔底德和哲学家柏拉图,有些人说他最初是师从柏拉图的。
ὡς δʼ Ἡγησίας ὁ Μάγνης φησίν, ἐδεήθη τοῦ παιδαγωγοῦ, ἵνα Καλλιστράτου Ἐμπέδου Ἀφιδναίου, ῥήτορος δοκίμου καὶ ἱππαρχήσαντος καὶ ἀναθέντος τὸν βωμὸν τῷ Ἑρμῇ τῷ ἀγοραίῳ, μέλλοντος ἐν τῷ δήμῳ λέγειν, ἀκούσῃ ἀκούσας δʼ ἐραστὴς ἐγένετο τῶν λόγων.
正如麦格尼西亚的赫格西亚斯所说,他曾请求他的启蒙教师,以便在阿菲德奈区的恩佩多斯之子卡利斯特拉托斯——他是一位著名的雄辩家,曾担任骑兵长官并向广场的赫尔墨斯献祭了祭坛——准备在公民大会上演讲时,能够前去聆听;而他在聆听之后,便成为了言论的崇拜者。
καὶ τούτου μὲν ἐπʼ ὀλίγον ἤκουσεν, ἕως ἐπεδήμει.
只要卡利斯特拉托斯还在雅典,德摩斯梯尼就听了一阵子他的演讲。
ἐπειδὴ δʼ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δʼ ἐγεγόνει ἐξ ἐφήβων; τηνικαῦτα παρέβαλεν Ἰσοκράτει καὶ Πλάτωνι· εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους.
当卡利斯特拉托斯逃往色雷斯,而德摩斯梯尼已从青年军出营时,他便去投奔伊索克拉底和柏拉图;随后,他又将伊塞乌斯请到家中,在四年的时间里艰苦训练自己,模仿他的演讲。
ὡς δὲ Κτησίβιός φησιν ἐν τῷ περὶ φιλοσοφίας, διὰ Καλλίου τοῦ Συρακουσίου πορίσας τοὺς Ζήθου τοῦ Ἀμφιπολίτου λόγους, διὰ δὲ Χαρικλέους τοῦ Καρυστίου τοὺς Ἀλκιδάμαντος, διέλαβεν αὐτούς.
正如克特西比乌斯在《论哲学》中所说,他通过叙拉古的卡利亚斯获得了安菲波利斯的泽托斯的演说辞,通过卡律斯托斯的查里克莱斯获得了阿尔基达马斯的演说辞,并牢牢掌握了它们。
τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην Δημοφῶντα ἢ Δημέαν καὶ μάλιστα τούτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος· καὶ εἷλεν αὐτούς τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου τοὺς δὲ καὶ χάριτος.
在他成年后,由于从监护人那里继承的财产减少了,他在提摩克拉底担任执政官期间,起诉了他们三人玩忽守职,他们是阿福布斯、塞里皮德斯以及德摩丰或德美亚斯,他尤其指控了后者,因为他是其母亲的兄弟,并为每桩诉讼登记了十个塔兰特的赔偿金额;最终他胜诉了,但他并未索要判决的罚金,而是宽免了一些人的金钱,也因好意宽免了另一些人。
Ἀριστοφῶντος δʼ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος, καὶ χορηγὸς ἐγένετο.
当阿里斯托丰因年迈而放弃了领导地位时,德摩斯梯尼也担任了合唱祭司。
Μειδίαν δὲ τὸν Ἀναγυράσιον πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης λέγουσι δʼ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἣμισυ τῆς κεφαλῆς;
当阿纳居鲁斯区的梅迪亚斯在剧场中殴打了正在担任合唱祭司的他时,德摩斯梯尼起诉了他,但在接受了三千德拉克马后便撤销了诉讼。
ξυράμενον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη.
人们说,他年轻时曾退隐到洞穴中,并在那里闭门研学,还剃去了半边头发以防自己出门;他也睡在狭窄的床上,以便能迅速起床;他还通过艰苦训练克服了无法发字母“R”(ρ)的缺陷,并且在练习时改掉了不雅地耸肩的习惯,他从天花板上悬挂下一根尖矛,或者如某些人所说的一把短剑,以便在害怕时保持静止。
προβαίνοντα δὲ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵνʼ ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵνʼ, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη· τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵνʼ ὅλας περιόδους ἀπνεύστως λέγῃ.
随着他在雄辩力量上的不断进步,他制作了一面与自己同等大小的镜子,并看着镜子进行练习,以便纠正自己的不足;他还走到法勒隆海边,迎着海浪的冲击进行思索和练习,以便在日后民众喧哗时自己不会慌张失措;由于他气力不足,他给了演员新普托勒莫斯一万德拉克马,以便学会一口气说出完整的长句。
ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δʼ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο· καὶ διὰ παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ· διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις.
当他步入政界时,城邦里的人分为两派,一派依附于菲利普,另一派则为自由而发表集会演说,他选择了反对菲利普的阵营;他终其一生都在不断建议援助那些面临被菲利普统治危险的人们,并与希佩里德斯、纳乌西克莱斯、波留埃克托斯、狄奥蒂莫斯等人共同参与政治;因此,他也使底比斯人、犹卑亚人、科尔库拉人、哥林斯人、波奥蒂亚人以及此外的许多其他人成为了雅典人的同盟。
ἐκπεσὼν δὲ ποτʼ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι· συντυχὼν δʼ αὐτῷ Εὔνομος ὁ Θριάσιος πρεσβύτης ἤδη ὢν προετρέψατο τὸν Δημοσθένη, μάλιστα δʼ ὁ ὑποκριτὴς Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δʼ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπʼ αὐτοῦ λελεγμένων· καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ.
有一次他在公民大会上受挫,沮丧地走回家去;当时已是老人的特里亚区的埃乌诺莫斯遇见了他,并鼓励了德摩斯梯尼,但尤其是演员安德罗尼科,他说他的演说内容很好,只是缺乏演技,并背诵了德摩斯梯尼在公民大会上发表过的演说;于是德摩斯梯尼信服了,将自己托付给安德罗尼科。
ὅθεν ἐρομένου αὐτὸν τινος τί πρῶτον ἐν ῥητορικῇ, εἶπεν
ὑπόκρισις
καὶ τί δεύτερον
ὑπόκρισις·
此后,当有人问他什么是雄辩术中第一重要的要素时,他说: “演技。 ” 那第二呢? “演技。
καὶ τί τρίτον
ὑπόκρισισ.
” 那第三呢? “演技。
προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπʼ Ἀντιφάνους καὶ Τιμοκλέους
"
μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα
"
ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν.
” 当他再次走向公民大会时,由于使用了一些新奇的言辞而遭到嘲笑,以至于他被安提法奈斯和提摩克莱斯在喜剧中嘲讽: “凭着大地,凭着泉水,凭着河流,凭着溪水! ” 他以这种方式在民众面前宣誓,引起了骚动。
ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον· καὶ παρεδείκνυεν 1 αὑτὸν ὀρθῶς λέγοντα· εἶναι γὰρ τὸν θεὸν ἤπιον· καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη.
他还曾指着阿斯克勒庇俄斯宣誓,将重音前移发音为“阿斯克勒庇俄斯”;并表明自己说得没错,因为这位神是温和的;为此他多次遭到起诉和骚扰。
σχολάσας δʼ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα.
但他通过师从米利都的辩证学家欧布里德斯,纠正了一切。
γενόμενος δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει καὶ ἀκούσας Λαμάχου τοῦ Τερειναίου Φιλίππου καὶ Ἀλεξάνδρου ἐγκώμιον ἀναγινώσκοντος Θηβαίων δὲ καὶ Ὀλυνθίων κατατρέχοντος, παραναστὰς ἀρχαίων ποιητῶν μαρτυρίας προηνέγκατο περὶ τῶν Θηβαίοις καὶ Ὀλυνθίοις καλῶς πραχθέντων, ὡς παύσασθαί τε τὸ λοιπὸν τὸν Λάμαχον καὶ φυγεῖν ἐκ τῆς πανηγύρεως Φίλιππον δὲ πρὸς τοὺς ἀναφέροντας αὐτῷ τὰς κατʼ αὐτοῦ δημηγορίας εἰπεῖν ὅτι
καὶ αὐτὸς ἂν ἀκούων λέγοντος Δημοσθένους ἐχειροτόνησα τὸν ἄνδρα πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον
ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δʼ Ἰσοκράτους τοῖς ἀθληταῖς· τέρψιν γὰρ παρέχειν αὐτοὺς θεατρικήν.
当他参加奥林匹亚盛会,听到特里纳的拉马科斯宣读对菲利普和亚历山大的颂词,并对底比斯人和奥林特斯人进行诋毁时,他站起身来,引证了古代诗人们关于底比斯人和奥林特斯人辉煌事迹的证言,以至于拉马科斯此后闭口不言,并逃离了盛会;而菲利普对那些向他汇报针对他的演讲的人说: “如果我自己听到德摩斯梯尼的演讲,我也会投票选举这个男人来领导针对我的战争。 ” 菲利普称德摩斯梯尼的演说因其战斗力而像士兵,而称伊索克拉底的演说像竞技运动员,因为它们提供的是剧场式的娱乐。
ἑπτὰ δὲ.
而七个……