§5.1Ἰσαῖος Χαλκιδεὺς; μὲν ἦν τὸ γένος, παραγενόμενος δʼ εἰς Ἀθήνας, καὶ σχολάσας· ʼ Λυσίᾳ κατά τε τὴν τῶν ὀνομάτων ἁρμονίαν καὶ τὴν ἐν τοῖς πράγμασι δεινότητα, ὥστʼ εἰ μή τις ἔμπειρος πάνυ τοῦ χαρακτῆρος τῶν ἀνδρῶν εἴη, οὐκ ἂν, διαγνοίη πολλοὺς τῶν λόγων ῥᾳδίως ὁποτέρου τῶν ῥητόρων εἰσίν.
伊赛乌斯本是哈尔基斯人,他来到雅典,在言词的协调和处理事务的技巧上师从于利西亚斯,以至于若不是对这两位人物的文风极有经验的人,便无法轻易辨别许多演说词究竟属于这两位演说家中的哪一位。
ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἔστι τεκμήρασθαι ἐκ λόγων αὐτοῦ, καὶ μέχρι τῆς Φιλίππου ἀρχῆς παρέτεινε.
根据他的演说词可以推断,他在伯罗奔尼撒战争后达到鼎盛时期,并一直延续到腓力统治时期。
καθηγήσατο δὲ Δημοσθένους, ἀποστὰς τῆς σχολῆς, ἐπὶ δραχμαῖς μυρίαις· διὸ καὶ μάλιστα ἐπιφανὴς ἐγένετο.
他收取了一万德拉克马的学费,离开学校去指导德摩斯梯尼;因此他也最显名声。
αὐτὸς δὲ καὶ τοὺς ἐπιτροπικοὺς λόγους συνέταττε τῷ Δημοσθένει, ὥς τινες εἶπον.
有人说,他还亲自为德摩斯梯尼起草了关于监护权纠纷的申辩词。
καταλέλοιπε δὲ λόγους ἑξήκοντα τέσσαρας, ὧν εἰσι γνήσιοι πεντήκοντα, καὶ ἰδίας τέχνας.
他留下了六十四篇演说词,其中五十篇为真作,此外还有他个人的技艺教科书。
πρῶτος δὲ καὶ σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν·
他也是第一个开始使用修辞格并将思想转向政治风格的人;这一点德摩斯梯尼模仿得最深。
ὃ μάλιστα μεμίμηται Δημοσθένης μνημονεύει δʼ αὐτοῦ Θεόπομπος ὁ κωμικὸς ἐν τῷ Θησεῖ.
喜剧诗人狄奥蓬波斯在《忒修斯》中提到了他。