§4.1#2ἀποσχόμενον, οἱ δὲ τεταρταῖον ἅμα ταῖς ταφαῖς τῶν ἐν Χαιρωνείᾳ πεσόντων.
禁食而死,而另一些人则说是在第四天,与喀罗尼亚战役阵亡者的葬礼同时进行。
συνέγραψε δʼ αὐτοῦ καὶ ὁ παῖς Ἀφαρεὺς λόγους.
他的养子阿法勒乌斯也撰写了演说词。
ἐτάφη δὲ μετὰ τῆς συγγενείας πλησίον Κυνοσάργους ἐπὶ τοῦ λόφου ἐν ἀριστερᾷ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ Θεόδωρος καὶ ἡ μήτηρ αὐτοῦ· ταύτης τʼ ἀδελφὴ τηθὶς τοῦ ῥήτορος Ἀνακὼ καὶ ὁ ποιητὸς υἱὸς Ἀφαρεὺς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Σωκράτης, μητρὸς Ἰσοκράτους ἀδελφῆς Ἀνακοῦς υἱὸς ὤν, ὃ τʼ ἀδελφὸς αὐτοῦ ὁμώνυμος τοῦ πατρὸς Θεόδωρος καὶ οἱ υἱωνοὶ αὐτοῦ, τοῦ ποιηθέντος αὐτῷ παιδὸς Ἀφαρεὺς. Ἀφαρεὺς. καὶ ὁ τούτου πατὴρ Θεόδωρος; ἥ τε γυνὴ Πλαθάνη, μήτηρ δὲ τοῦ ποιητοῦ Ἀφαρέως.
他与亲属一同安葬在靠近库诺萨耳戈斯左侧的山丘上,包括他本人、他的父亲狄奥多罗斯和他的母亲;以及母亲的姐妹、这位修辞学家的姨妈阿纳科,以及身为诗人的儿子阿法勒乌斯,还有他的外声苏格拉底(他是伊索克拉底母亲的姐妹阿纳科的儿子),还有他与父亲同名的兄弟狄奥多罗斯,以及他的孙子们(即他收养的儿子阿法勒乌斯的儿子们)阿法勒乌斯和他的父亲(兄弟)狄奥多罗斯;以及他的妻子普拉塔内,即诗人阿法勒乌斯的母亲。
ἐπὶ μὲν οὖν τούτων τράπεζαι ἐπῆσαν ἕξ, αἳ νῦν οὐ σῴζονται· αὐτῷ δʼ Ἰσοκράτει ἐπὶ τοῦ μνήματος ἐπῆν κίων τριάκοντα πηχῶν, ἐφʼ οὗ σειρὴν πηχῶν ἑπτὰ συμβολικῶς, ὃς νῦν οὐ σῴζεται.
因此,在这些坟墓之上曾有六块墓碑,如今均未保存下来;而伊索克拉底本人的墓碑上,曾有一根三十肘高的柱子,柱顶象征性地立着一只七肘高的塞壬雕像,这根柱子如今也已不存。
ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα.
附近还有一块他本人的雕刻石碑,上面刻有诗人们和他的老师们,其中包括正看着天球仪的高尔吉亚,以及侍立在一旁的伊索克拉底本人。
ἀνάκειται δʼ αὐτοῦ καὶ ἐν Ἐλευσῖνι εἰκὼν χαλκῆ ἔμπροσθεν τοῦ προστῴου ὑπὸ Τιμοθέου τοῦ Κόνωνος, καὶ ἐπιγέγραπται
"
Τιμόθεος φιλίας τε χάριν ξύνεσίν τε προτιμῶν
Ἰσοκράτους εἰκὼ τήνδʼ ἀνέθηκε θεαῖς·
在埃勒夫西斯的柱廊前,还立有一尊由科农之子提摩太所献的他的青铜像,碑文刻着:“提摩太感念友情,敬重伊索克拉底的智慧,将此像献给众女神。
"
Λεωχάρους ἔργον, φέρονται δʼ αὐτοῦ λόγοι ἑξήκοντα, ὧν εἰσι γνήσιοι κατὰ μὲν Διονύσιον εἰκοσιπέντε κατὰ δὲ Καικίλιον εἰκοσιοκτώ, οἱ δʼ ἄλλοι κατεψευσμένοι, εἶχε δʼ ἀλλοτρίως πρὸς ἐπίδειξιν, ὡς ἀφικομένων ποτὲ πρὸς αὐτὸν τριῶν ἐπὶ τὴν ἀκρόασιν τοὺς μὲν δύο κατασχεῖν τὸν δὲ τρίτον ἀπολῦσαι, φάμενος εἰς τὴν ἐπιοῦσαν ἥξειν νῦν γὰρ αὐτῷ τὸ θέατρον εἶναι ἐν ἀκροατηρίῳ.
”这是莱奥哈雷斯的作品。 世上流传着他的六十篇演说,其中根据狄奥尼修斯的说法有二十五篇是真作,根据凯基利乌斯的说法有二十八篇是真作,其余皆为伪作。 他排斥公开宣读,以至于曾有一次,有三个人来听他讲课,他留下了两个人,而让第三个人回去,说让他明天再来,因为现在他的讲堂听众已经足够了。
εἰώθει δὲ καὶ πρὸς τοὺς γνωρίμους αὑτοῦ λέγειν, ὡς αὐτὸς μὲν δέκα μνῶν διδάσκοι, τῷ δʼ αὐτὸν διδάξαντι τόλμαν καὶ εὐφωνίαν δώσειν δεκακισχιλίας.
他还常对熟人说,自己授课收费十米纳,但若有人能教会他胆量和洪亮的声音,他愿意给对方一万德拉克马。
καὶ πρὸς τὸν ἐρόμενον διὰ τί οὐκ ὢν αὐτὸς ἱκανὸς ἄλλους ποιεῖ, εἶπεν ὅτι καὶ αἱ ἀκόναι αὐταὶ μὲν τέμνειν οὐ δύνανται τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσιν.
曾有人问他,既然他自己并不擅长(演说),为何能把别人培养得擅长,他回答说,砥石本身虽然不能切削,却能使铁器变得锋利可切。
εἰσὶ δʼ οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δʼ οὐ μεθόδῳ ἀλλʼ ἀσκήσει χρήσασθαι.
也有人说他曾撰写过技艺教科书,而另一些人则说他不使用系统的方法,而是靠实际操练。
πολίτην δʼ οὐδέποτʼ εἰσέπραξε μισθόν.
然而,他从未向同城邦的公民收取过学费。
προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς, ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα.
他还要求去参加公民大会的弟子们向他汇报会上所说的话。
ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε.
他对苏格拉底之死感到极度悲伤,并在次日身穿黑色丧服出门。
πάλιν δʼ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε
τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν.
又有人问他修辞学是什么,他回答说:“把小事变大,把大事变小。
ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι, ἔφη
οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δʼ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός.
”一次他在塞浦路斯僭主尼科克勒翁处作客,在座的人敦促他发表讲话,他便说:“我所擅长之事,并非今日之机;而今日之机所需之事,我并不擅长。
Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδί, εἶπεν
οὐ μόνον δεῖ, Σοφόκλεις, τὰς χεῖρας ἔχειν παρʼ αὑτῷ, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς.
”看到悲剧诗人索福克勒斯正深情地追逐一个男孩,他便说:“索福克勒斯啊,不光要管住自己的双手,还要管住自己的双眼。
τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος; ἐπὶ δευτέρῳ μισθῷ, παίζων Δίφορον αὐτὸν ἐκάλει·
”库墨的埃福罗斯一事无成地离开了学园,随后又被父亲德莫菲洛斯付了第二次学费送回来,伊索克拉底开玩笑地叫他“双倍付费者”。
ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο.
不过,他确实在这个人身上倾注了极大的精力,并且亲自为他指定了历史著述的题目。
ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ὑποπάστῳ παρειλκυσμένῳ ἐν τῇ κοίτῃ χρῆσθαι, κρόκῳ διάβροχον ἔχοντα τὸ προσκεφάλαιον.
他还沉溺于女色,以至于在床上使用拉拢在身上的薄垫单,并把枕头浸透藏红花。
καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δʼ ἑταίρᾳ συνεῖναι ὄνομα ἦν Λαγίσκη, ἐξ ἧς ἔσχε θυγάτριον ὃ γενόμενον ἐτῶν δώδεκα πρὸ γάμων ἐτελεύτησεν.
他年轻时未娶,年老后与一个名叫拉吉斯克的妓女同居,并与她育有一女,此女长到十二岁时,在婚前便夭折了。
ἔπειτα Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα ὡς προείρηται ἐποιήσατο, ὃς καὶ εἰκόνα αὐτοῦ χαλκῆν ἀνέθηκε πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος καὶ ἐπέγραψεν
"
Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδʼ ἀνέθηκε
Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν.
后来,他娶了修辞学家希皮亚斯的妻子普拉塔内,她育有三个孩子,他将其中之一的阿法勒乌斯收为养子(如前所述)。 阿法勒乌斯在奥林匹亚神庙附近的柱子上为他立了一尊青铜像,并题词道:“阿法勒乌斯出于敬神和尊崇父母的德行,将父亲伊索克拉底的这尊塑像献给宙斯。
"
λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν· ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες.
” 据说他还在孩提时代就曾骑马参加竞技;因为正如一些人所说,在雅典卫城上、阿雷弗里们的球戏场中,立有一尊他童年骑马姿态的青铜像。
δύο δʼ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δʼ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη.
在他的一生中,曾经历了两次诉讼:第一次是梅加克莱德斯挑战他进行财产交换,他因病未能出庭,但派了儿子阿法勒乌斯去并胜诉;第二次是吕西马科斯因三列桨战船船长之职挑战他进行财产交换,他败诉并承担了船长之职。
ἦν δʼ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ.
在庞培翁也曾有一幅他的画像。
ὁ δʼ Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς· ἐποίησε δὲ καὶ τραγῳδίας περὶ ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται δύο.
而阿法勒乌斯虽然撰写了演说词,但数量不多,包括法庭辩护词和劝告性演说;他还创作了约三十七部悲剧,其中有两部存疑。
ἀρξάμενος δʼ ἀπὸ Λυσιστράτου διδάσκειν ἄχρι Σωσιγένους ἐν ἔτεσιν εἰκοσιοκτὼ διδασκαλίας ἀστικὰς καθῆκεν ἓξ καὶ δὶς ἐνίκησε διὰ Διονυσίου, καθεὶς καὶ διʼ ἑτέρων ἑτέρας δύο Ληναϊκάς.
他自执政官吕西斯特拉托斯任内开始上演戏剧,直到索西格内斯任内,在二十八年里一共举行了六次城市公演,并由狄奥尼修斯代为指导而两次获胜,此外还通过其他人上演了另外两出列奈亚戏剧。
τῆς δὲ μητρὸς αὐτῶν Ἰσοκράτους καὶ Θεοδώρου καὶ τῆς ταύτης ἀδελφῆς Ἀνακοῦς εἰκόνες ἀνέκειντο ἐν ἀκροπόλει· ὧν ἡ τῆς μητρὸς παρὰ τὴν Ὑγίειαν νῦν κεῖται μετεπιγεγραμμένη, ἡ δʼ Ἀνακοῦς οὐ σῴζεται.
他们的母亲(即伊索克拉底和狄奥多罗斯的母亲)以及她姐妹阿纳科的塑像曾立在雅典卫城上;其中母亲的塑像如今安放在健康女神像旁,铭文已被改写,而阿纳科的塑像则不复存在。
ἔσχε δὲ δύο υἱούς, Ἀλέξανδρον μὲν ἐκ Κοινοῦς Σωσικλέα δʼ ἐκ Λυσίου.
他还育有两个儿子,即与科伊斯所生的亚历山大,以及与吕西阿斯所生的索西克勒斯。