Humanitext Reader

普鲁塔克 · 十演说家传 §6.1

埃斯基内斯的生平与对立德摩斯梯尼

第 8 段,共 19 段 · 希腊语

内容简介

记述了雅典演说家埃斯基内斯的一生与职业生涯,涵盖了他作为演员和书记的青年时代、与德摩斯梯尼一派的政治对立及使节活动、在起诉克特西丰案中败诉后流亡罗得岛的经历,以及关于其真作与家庭的细节。

§6.1Αἰσχίνης Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας·
埃斯基内斯是阿特罗梅托斯和格劳科忒亚之子。 他的父亲在三十人僭主时期曾流亡,后来协助民众复归。
τῶν δὲ δήμων Κοθωκίδης, οὔτε κατὰ γένος τῶν ἐπιφανῶν οὔτε κατὰ περιουσίαν χρημάτων.
他的德摩斯属于科索基代,无论在家族出身还是在财产上都不显赫。
νέος δʼ ὢν καὶ ἐρρωμένος τῷ σώματι περὶ τὰ γυμνάσια ἐπόνει· λαμπρόφωνος δʼ ὢν μετὰ ταῦτα τραγῳδίαν ἤσκησεν ὡς δὲ Δημοσθένης φησίν, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς Διονυσίοις διετέλει, ἀναλαμβάνων ἐπὶ σχολῆς τὰς παλαιὰς τραγῳδίας καὶ ἔτι παῖς ὢν ἐδίδασκε γράμματα σὺν τῷ πατρί, καὶ μειράκιον ὢν ἐστρατεύετο ἐν τοῖς περιπόλοις.
当他年轻且身体强健时,他在体育场中锻炼;因嗓音嘹亮,此后他便从事悲剧演练。 据德摩斯梯尼所说,他曾担任书记助手,并在大迪奥尼西亚节上为阿里斯托德摩斯担任第三演员,在闲暇时研读古老的悲剧;还在孩童时,他就和父亲一起教书,而在青年时,他曾作为巡逻兵服兵役。
ἀκροατὴς δὲ γενόμενος ὡς μέν τινες λέγουσιν Ἰσοκράτους καὶ Πλάτωνος, ὡς δὲ Καικίλιος Λεωδάμαντος, καὶ πολιτευόμενος; οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος τοῖς περὶ Δημοσθένη, ἐπρέσβευσεν ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης·
关于他的老师,有人说是伊索克拉底和柏拉图,而凯基利乌斯则说是莱奥达马斯。 他在政治上活跃,且在德摩斯梯尼一派的对立阵营中表现显赫。 他曾多次担任使节,特别是在为和平而前往腓力处的使节中。
ἐφʼ κατηγορήθη ὑπὸ Δημοσθένους ὡς ἀνῃρημένου τοῦ Φωκέων ἔθνους, ἔτι δʼ ὡς πόλεμον ἐξάψας, ἡνίκα πυλαγόρας ᾑρέθη Ἀμφικτύοσι πρὸς Ἀμφισσεῖς τοὺς τὸν λιμένα ἐργαζομένους· ἐξ οὗ συνέβη τοὺς Ἀμφικτύονας Φιλίππῳ προσφυγεῖν, τὸν δʼ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν·
因此,他被德摩斯梯尼指控,理由是福基斯民族被消灭,以及当他被选为代表去阿姆菲克蒂翁同盟对付那些耕种港口土地的安菲萨人时,他挑起了战争;由此导致阿姆菲克蒂翁同盟向腓力求助,而腓力在埃斯基内斯的协助下介入事务并占领了福基斯。
ἀλλὰ συνειπόντος αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλλουσίου δημαγωγοῦντος, τριάκοντα ψήφοις ἀπέφυγεν.
但在普罗巴林托斯区出身的著名政治家、斯平萨鲁斯之子欧布鲁斯为他辩护后,他以三十票之差被宣告无罪。
εἰσὶ δʼ οἵ φασι συγγράψαι μὲν τοὺς ῥήτορας τοὺς λόγους· ἐμποδὼν δὲ γενομένων τῶν περὶ Χαιρώνειαν, μηκέτι τὴν δίκην εἰσελθεῖν.
不过也有人说,虽然演说家们起草了演说词,但由于喀罗尼亚战役的变故成为阻碍,案件最终未能进入法庭审判。
χρόνῳ δʼ ὕστερον, Φιλίππου μὲν τετελευτηκότος Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐγράψατο Κτησιφῶντα παρανόμων ἐπὶ ταῖς Δημοσθένους τιμαῖς·
此后,腓力去世,亚历山大渡海前往亚洲。 埃斯基内斯因德摩斯梯尼的荣誉问题,以违宪提案罪起诉克特西丰。
οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων ἔφυγεν εἰς τὴν Ῥόδον, χιλίας δραχμὰς ὑπὲρ τῆς ἥττης οὐ βουληθεὶς καταθέσθαι.
但他未能获得五分之一的选票,又不愿意支付因败诉而需缴纳的一千德拉克马罚金,便逃往罗得岛。
οἱ δʼ ἀτιμίας αὐτῷ προστιμηθῆναι λέγουσιν οὐ θέλοντι ἐξελθεῖν τῆς πόλεως, καὶ ἐλθεῖν εἰς Ἔφεσον ὡς Ἀλέξανδρον.
还有人说,他因为不愿离开雅典而被追加了剥夺公民权的处罚,于是他去埃非索斯投奔亚历山大。
τοῦ δὲ τελευτήσαντος, ταραχῆς οὔσης, ἀπάρας εἰς τὴν Ῥόδον ἐνταῦθα σχολὴν καταστησάμενος ἐδίδασκεν.
亚历山大去世后,由于政局动荡,他启航前往罗得岛,并在那里创办学校进行教学。
ἀνέγνω τε τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος λόγον ἐπιδεικνύμενος· θαυμαζόντων δὲ πάντων εἰ ταῦτʼ εἰπὼν ἡττήθη οὐκ ἄν ἔφη ἐθαυμάζετε, Ῥόδιοι, εἰ πρὸς ταῦτα Δημοσθένους;
他曾向罗得岛人宣读他那篇反对克特西丰的演说词以作展示;当所有人对他在发表了如此精彩的演说后竟然败诉感到惊奇时,他说:“罗得岛的人们啊,如果你曾听到德摩斯梯尼对此的回应演说,你们就不会感到惊奇了。
λέγοντος ἠκούσατε σχολὴν τʼ ἐκεῖ προσκατέλιπε, τὸ Ῥοδιακὸν διδασκαλεῖον κληθέν.
”他还在那里留下了一所学校,被称为罗得岛学派。
ἔπειτα πλεύσας εἰς Σάμον καὶ διατρίβων ἐπὶ τῆς νήσου ὀλίγον ὕστερον ἐτελεύτησεν.
随后他乘船前往萨摩斯岛,在岛上逗留不久后便去世了。
ἐγένετο δʼ εὔφωνος, ὡς δῆλον ἔκ τε ὧν φησι Δημοσθένης καὶ ἐκ τοῦ Δημοχάρους λόγου.
他的嗓音优美,这从德摩斯梯尼的话以及德摩哈雷斯的演说中都可以清楚地看出来。
φέρονται δʼ αὐτοῦ λόγοι τέσσαρες, ὅ τε κατὰ Τιμάρχου καὶ ὁ τῆς Παραπρεσβείας καὶ ὁ κατὰ Κτησιφῶντος, οἳ καὶ μόνοι εἰσὶ γνήσιοι.
他的名下传世有四篇演说词,即《反对蒂马科斯》、《论伪使节》和《反对克特西丰》,这些也是仅有的真作。
ὁ γὰρ ἐπιγραφόμενος Δηλιακὸς οὐκ ἔστιν Αἰσχίνου· ἀπεδείχθη μὲν γὰρ ἐπὶ τὴν κρίσιν τὴν περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ συσταθεὶς συνήγορος οὐ μὴν εἶπε τὸν λόγον· ἐχειροτονήθη γὰρ Ὑπερείδης ἀντʼ αὐτοῦ, ὥς φησι Δημοσθένης.
因为被冠以《德洛斯人》之名的一篇并非埃斯基内斯所作;因为虽然他被选为关于德洛斯神庙诉讼的联合辩护人,但他并未发表这篇演说;因为如德摩斯梯尼所说,是超理德斯代替他被选出的。
ἔσχε δὲ καὶ ἀδελφούς, ὥς φησιν αὐτός, Ἀφόβητον καὶ Φιλοχάρη.
正如他自己所说,他还有兄弟阿福贝托斯和菲洛哈雷斯。
ἀπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις, ἐφʼ ᾧ καὶ ἐστεφανώθη τὸ δεύτερον.
他也是第一个向雅典人报告塔米奈胜利的人,并因此第二次被授予冠冕。
οἱ δʼ εἶπον μηδὲ μαθητεῦσαί τισι τὸν Αἰσχίνην, ἀλλʼ ἐκ τῆς ὑπογραμματείας ἀρθῆναι ἐν τοῖς δικαστηρίοις τότε διάγοντα·
但其他人则说,埃斯基内斯从未师从任何人,而是当时在法庭里混迹,从书记助手起家的。
πρῶτον δʼ εἰπεῖν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, εὐδοκιμήσαντά τε πρεσβευτὴν χειροτονηθῆναι πρὸς Ἀρκάδας πρὸς οὓς ἀφικόμενον συστῆσαι τοὺς μυρίους ἐπὶ Φίλιππον.
他第一次在公民大会上发言是针对腓力的,在获得好名声后,他被选为前往阿卡迪亚人的使节,到达后他联合了 “一万人会议”来对抗腓力。
ἐγράψατο δὲ καὶ Τίμαρχον ἑταιρήσεως· ὁ δ’ ἐκλιπὼν τὸν ἀγῶνα αὑτὸν ἀνήρτησεν, ὥς πού φησι Δημοσθένης.
他还以男娼罪起诉了蒂马科斯,后者放弃了诉讼,上吊自尽,这正如德摩斯梯尼在某处所说的那样。
ἐχειροτονήθη δὲ πρεσβευτὴς ὡς Φίλιππον μετὰ Κτησιφῶντος καὶ Δημοσθένους περὶ τῆς εἰρήνης, ἐν ἄμεινον τοῦ Δημοσθένους ἠνέχθη·
他与克特西丰及德摩斯梯尼一起被选为前往腓力处的和平使节,在那里他的表现比德摩斯梯尼更好。
τὸ δὲ δεύτερον δέκατος ὤν, κυρώσας ὅρκοις τὴν εἰρήνην, κριθεὶς ἀπέφυγεν, ὡς προείρηται.
而第二次他作为十人使节之一,用誓言确认了和平,在受到审判后被宣告无罪,这正如前文所述。

词汇与语法注释

  1. 840aἈτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας — 'Ἀτρομήτου' 和 'Γλαυκοθέας' 是表示埃斯基内斯父母的属格。其间插入了修饰父亲阿特罗梅托斯的属格独立分词短语('φυγόντος μὲν... συγκαταγαγόντος δὲ...')。
  2. 840bἐφʼ ᾧ κατηγορήθη ... ὡς ἀνῃρημένου ... ὡς πόλεμον ἐξάψας — 前置词短语 'ἐφʼ ᾧ' 指代前文的使节('πρεσβεία'),意为“因此(使节事务)”。指控的原因以两种不同的语法结构并列呈现:带 'ὡς' 的属格独立('ὡς ἀνῃρημένου...')以及同样带 'ὡς' 的一致分词('ὡς... ἐξάψας'),皆用以表示主观陈述的理由。
  3. 840cτὸν δʼ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι — 'τὸν δʼ'(宾格)指代腓力。它是非人称动词 'συνέβη'(发生……)所引导的“宾格加不定式”结构的宾格主语,受被动分词 'συνεργούμενον'(在……协助下)修饰,并支配不定式 'ἐπιθέσθαι' 和 'λαβεῖν'。
  4. 840eοὐκ ἄν ... ἐθαυμάζετε ... εἰ ... ἠκούσατε — 这是一个与过去事实相反的虚拟条件句。归结句由 'ἄν' 连同未完成过去时直陈式('ἐθαυμάζετε')构成,表示过去或现在持续状态的否定;条件句则由 'εἰ' 连同不定过去时直陈式('ἠκούσατε')构成,表示对过去特定事件的否定。

引用这一段

普鲁塔克, 十演说家传 §6.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:6.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。