§11.1Δημοχάρης Λάχητος Λευκονοεὺς αἰτεῖ Δημοσθένει τῷ Δημοσθένους Παιανιεῖ δωρεὰν εἰκόνα χαλκῆν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ καὶ προεδρίαν αὐτῷ καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ εὐεργέτῃ καὶ συμβούλῳ γεγονότι πολλῶν καὶ καλῶν τῷ δήμῳ τῷ Ἀθηναίων καὶ τήν τε οὐσίαν εἰς τὸ κοινὸν καθεικότι τὴν ἑαυτοῦ καὶ ἐπιδόντι τάλαντα ὀκτὼ καὶ τριήρη, ὅτε ὁ δῆμος ἠλευθέρωσεν Εὔβοιαν καὶ ἑτέραν, ὅτε εἰς Ἑλλήσποντον Κηφισόδωρος ἐξέπλευσε·
留科诺埃区的拉克斯之子德摩哈里斯,为派亚尼亚区的德摩斯梯尼之子德摩斯梯尼请求一项奖赏:在广场上设立一座青铜像,在市政厅提供膳食,以及授予他本人及其子孙中历代最年长者以特等席位。
καὶ ἑτέραν, ὅτε Χάρης καὶ Φωκίων στρατηγοὶ ἐξεπέμφθησαν εἰς Βυζάντιον ὑπὸ· τοῦ δήμου· καὶ λυτρωσαμένῳ πολλοὺς τῶν ἁλόντων ἐν Πύδνῃ καὶ Μεθώνῃ καὶ Ὀλύνθῳ ὑπὸ Φιλίππου· καὶ χορηγίαν ἀνδράσιν ἐπιδόντι, ὅτε ἐκλιπόντων τῶν Πανδιονιδῶν τοῦ χορηγεῖν ἐπέδωκε καὶ καθώπλισε τοὺς πολίτας τῶν ἐλλειπόντων καὶ εἰς τὴν τειχοποιίαν ἀνάλωσε χειροτονηθεὶς ὑπὸ τοῦ δήμου, ἐπιδόντος αὐτοῦ τρία τάλαντα καὶ ἃς ἐπέδωκε δύο τάφρους περὶ τὸν Πειραιᾶ ταφρεύσας· καὶ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἐπέδωκε τάλαντον, καὶ εἰς τὴν σιτωνίαν ἐπέδωκεν ἐν τῇ σιτοδείᾳ τάλαντον· καὶ ὅτι εἰς,· συμμαχίαν τῷ δήμῳ προσηγάγετο πείσας καὶ εὐεργέτης γενόμενος καὶ σύμβουλος, διʼ ὧν ἔπεισε Θηβαίους Εὐβοεῖς Κορινθίους Μεγαρεῖς Ἀχαιοὺς Λοκροὺς Βυζαντίους Μεσσηνίους, καὶ δυνάμεις ἃς συνεστήσατο τῷ δήμῳ καὶ τοῖς συμμάχοις, πεζοὺς μὲν μυρίους ἱππέας δὲ χιλίους, καὶ σύνταξιν χρημάτων ἣν ἔπεισε πρεσβεύσας διδόναι τοὺς μὲν συμμάχους εἰς τὸν πόλεμον πλείω πεντακοσίων ταλάντων καὶ ὡς ἐκώλυσε Πελοποννησίους ἐπὶ Θήβας Ἀλεξάνδρῳ βοηθῆσαι, χρήματα δοὺς καὶ αὐτὸς πρεσβεύσας· καὶ ἄλλων πολλῶν καὶ καλῶν τῷ δήμῳ συμβούλῳ γεγονότι καὶ πεπολιτευμένῳ τῶν καθʼ ἑαυτὸν πρὸς ἐλευθερίαν καὶ δημοκρατίαν ἄριστα φυγόντι δὲ διʼ ὀλιγαρχίαν, καταλυθέντος τοῦ δήμου, καὶ τελευτήσαντος αὐτοῦ ἐν Καλαυρίᾳ διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, πεμφθέντων στρατιωτῶν ἐπʼ αὐτὸν ὑπὸ Ἀντιπάτρου, διαμείναντι ἐν τῇ πρὸς τὸ πλῆθος εὐνοίᾳ καὶ οἰκειότητι, καὶ οὔτε ὑποχειρίῳ γενομένῳ τοῖς ἐχθροῖς οὔτε τι ἀνάξιον ἐν τῷ κινδύνῳ πράξαντι τοῦ δήμου.
这是因为他曾作为恩人和顾问,为雅典人民做出了许多卓越的贡献,并且为了公共利益奉献了自己的财产,在人民解放优波亚时捐献了八个塔兰同和一艘三桅战船,在凯菲索多洛斯出航前往赫勒斯滂时捐献了另一艘,在将军哈里斯和福基翁被人民派往拜占庭时又捐献了另一艘;并且他出资赎回了许多被腓力在皮德纳、梅索内和奥林索斯俘虏的人;并且在潘迪奥尼斯部落未能承担合唱队费用时,他自愿捐献了男子合唱队的费用,并为缺乏武器的公民提供了装备,在被人民选为城墙修筑委员时支付了费用,自己捐献了三个塔兰同,并自费挖掘并捐献了环绕比雷埃夫斯的两条战壕;并且在喀罗尼亚战役之后捐献了一个塔兰同,在粮食短缺期间为购买粮食捐献了一个塔兰同;并且因为他通过说服并成为恩人和顾问,使底比斯人、优波亚人、哥林斯人、墨加拉人、亚该亚人、洛克里斯人、拜占庭人、梅塞尼亚人与人民结成同盟(他正是通过这些说服工作实现了这一点),并因为他为人民和盟友组织了军队,包括一万步兵和一千骑兵,以及他作为使节前往并说服盟友为战争提供超过五百个塔兰同的资金,并且他如何通过自己提供资金并亲自作为使节前往,阻止了伯罗奔尼撒人协助亚历山大进攻底比斯;并且因为他在许多其他卓越的事情上作为人民的顾问和政治家,在他自己的时代里为自由和民主做出了最杰出的贡献;并且在民主制度被推翻时,他因寡头政治而流亡,当安提帕特派兵追捕他时,他因对人民的善意而死于卡劳里亚,但他始终保持着对大众的善意和亲密,既没有落入敌人的手中,也没有在危险中做出任何有愧于人民的卑劣行径。