§11.1Δημοχάρης Λάχητος Λευκονοεὺς αἰτεῖ Δημοσθένει τῷ Δημοσθένους Παιανιεῖ δωρεὰν εἰκόνα χαλκῆν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ καὶ προεδρίαν αὐτῷ καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ εὐεργέτῃ καὶ συμβούλῳ γεγονότι πολλῶν καὶ καλῶν τῷ δήμῳ τῷ Ἀθηναίων καὶ τήν τε οὐσίαν εἰς τὸ κοινὸν καθεικότι τὴν ἑαυτοῦ καὶ ἐπιδόντι τάλαντα ὀκτὼ καὶ τριήρη, ὅτε ὁ δῆμος ἠλευθέρωσεν Εὔβοιαν καὶ ἑτέραν, ὅτε εἰς Ἑλλήσποντον Κηφισόδωρος ἐξέπλευσε· καὶ ἑτέραν, ὅτε Χάρης καὶ Φωκίων στρατηγοὶ ἐξεπέμφθησαν εἰς Βυζάντιον ὑπὸ· τοῦ δήμου· καὶ λυτρωσαμένῳ πολλοὺς τῶν ἁλόντων ἐν Πύδνῃ καὶ Μεθώνῃ καὶ Ὀλύνθῳ ὑπὸ Φιλίππου· καὶ χορηγίαν ἀνδράσιν ἐπιδόντι, ὅτε ἐκλιπόντων τῶν Πανδιονιδῶν τοῦ χορηγεῖν ἐπέδωκε καὶ καθώπλισε τοὺς πολίτας τῶν ἐλλειπόντων καὶ εἰς τὴν τειχοποιίαν ἀνάλωσε χειροτονηθεὶς ὑπὸ τοῦ δήμου, ἐπιδόντος αὐτοῦ τρία τάλαντα καὶ ἃς ἐπέδωκε δύο τάφρους περὶ τὸν Πειραιᾶ ταφρεύσας· καὶ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἐπέδωκε τάλαντον, καὶ εἰς τὴν σιτωνίαν ἐπέδωκεν ἐν τῇ σιτοδείᾳ τάλαντον· καὶ ὅτι εἰς,· συμμαχίαν τῷ δήμῳ προσηγάγετο πείσας καὶ εὐεργέτης γενόμενος καὶ σύμβουλος, διʼ ὧν ἔπεισε Θηβαίους Εὐβοεῖς Κορινθίους Μεγαρεῖς Ἀχαιοὺς Λοκροὺς Βυζαντίους Μεσσηνίους, καὶ δυνάμεις ἃς συνεστήσατο τῷ δήμῳ καὶ τοῖς συμμάχοις, πεζοὺς μὲν μυρίους ἱππέας δὲ χιλίους, καὶ σύνταξιν χρημάτων ἣν ἔπεισε πρεσβεύσας διδόναι τοὺς μὲν συμμάχους εἰς τὸν πόλεμον πλείω πεντακοσίων ταλάντων καὶ ὡς ἐκώλυσε Πελοποννησίους ἐπὶ Θήβας Ἀλεξάνδρῳ βοηθῆσαι, χρήματα δοὺς καὶ αὐτὸς πρεσβεύσας· καὶ ἄλλων πολλῶν καὶ καλῶν τῷ δήμῳ συμβούλῳ γεγονότι καὶ πεπολιτευμένῳ τῶν καθʼ ἑαυτὸν πρὸς ἐλευθερίαν καὶ δημοκρατίαν ἄριστα φυγόντι δὲ διʼ ὀλιγαρχίαν, καταλυθέντος τοῦ δήμου, καὶ τελευτήσαντος αὐτοῦ ἐν Καλαυρίᾳ διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, πεμφθέντων στρατιωτῶν ἐπʼ αὐτὸν ὑπὸ Ἀντιπάτρου, διαμείναντι ἐν τῇ πρὸς τὸ πλῆθος εὐνοίᾳ καὶ οἰκειότητι, καὶ οὔτε ὑποχειρίῳ γενομένῳ τοῖς ἐχθροῖς οὔτε τι ἀνάξιον ἐν τῷ κινδύνῳ πράξαντι τοῦ δήμου.
Demochares, son of Laches, of Leuconoe, requests for Demosthenes, son of Demosthenes, of Paeania, a gift of a bronze statue in the Agora, and maintenance in the Prytaneum, and front-row seats for himself and for the eldest of his descendants in perpetuity, because he has been a benefactor and counselor in many noble deeds to the people of Athens, and has spent his own property for the public good, and contributed eight talents and a trireme when the people liberated Euboea, and another when Cephisodorus sailed out to the Hellespont; and another when Chares and Phocion were sent out as generals to Byzantium by the people; and because he ransomed many of those captured at Pydna, Methone, and Olynthus by Philip; and because he contributed the cost of a chorus for men when the Pandionid tribe failed to provide a choregus, and armed those of the citizens who lacked weapons, and spent money on the building of the walls when he was elected by the people, contributing three talents of his own, and having dug at his own expense two trenches which he donated around the Piraeus; and because after the battle of Chaeronea he contributed a talent, and contributed a talent for the purchase of grain during the grain shortage; and because he brought into alliance with the people, by persuading them and becoming their benefactor and counselor, the Thebans, Euboeans, Corinthians, Megarians, Achaeans, Locrians, Byzantines, and Messenians—through which persuasions he accomplished this—and because of the forces which he organized for the people and the allies, ten thousand infantry and one thousand cavalry, and the contribution of money which he persuaded the allies to give for the war, amounting to more than five hundred talents, and how he prevented the Peloponnesians from aiding Alexander against Thebes, by giving money and himself going as an ambassador; and because he had been a counselor and statesman to the people in many other noble matters, acting in the best manner of his time for freedom and democracy; and because he went into exile on account of the oligarchy when the democracy was overthrown, and died in Calauria because of his goodwill toward the people when soldiers were sent against him by Antipater, persisting in his goodwill and affection toward the populace, and neither falling into the hands of his enemies nor doing anything in his danger unworthy of the people.