Humanitext Reader

普鲁塔克 · 十演说家传 §12.1

拉赫斯表彰其父德摩哈雷斯的法令

第 18 段,共 19 段 · 希腊语

内容简介

在皮塔拉图斯任执政官期间,拉赫斯提出一项法令,列举其父亲德摩哈雷斯杰出的政治与军事功绩,并建议为其立铜像和提供免膳等荣誉。

§12.1ἄρχων Πυθάρατος Λάχης Δημοχάρους Λευκονοεὺς αἰτεῖ δωρεὰν τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων Δημοχάρει Λάχητος Λευκονοεῖ εἰκόνα χαλκῆν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ καὶ τῶν ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσιν, εὐεργέτῃ καὶ συμβούλῳ γεγονότι ἀγαθῷ τῷ δήμῳ τῷ Ἀθηναίων καὶ εὐεργετηκότι τὸν δῆμον τάδε·
在皮塔拉图斯任执政官时,莱乌科诺埃区的德摩哈雷斯之子拉赫斯,向议会和雅典人民请求给予莱乌科诺埃区的拉赫斯之子德摩哈雷斯一项赏赐:在广场上立一座青铜雕像、在市政厅为他本人及子孙中历代最年长者提供免费用餐,以及在所有竞技会中的特等席。
πρεσβεύοντι καὶ γράφοντι καὶ πολιτευομένῳ οἰκοδομὴν τειχῶν, καὶ παρασκευὴν ὅπλων καὶ βελῶν καὶ μηχανημάτων, καὶ ὀχυρωσαμένῳ τὴν πόλιν ἐπὶ τοῦ τετραετοῦς· πολέμου, καὶ εἰρήνην καὶ ἀνοχὰς καὶ συμμαχίαν ποιησαμένῳ πρὸς Βοιωτούς· ἀνθʼ ὧν ἐξέπεσεν ὑπὸ τῶν καταλυσάντων τὸν δῆμον·
因为他曾是雅典人民的良好恩人和顾问,并在以下事情上对人民做出了贡献:通过出使、提案和管理国务,进行城墙的修建、武器、箭矢和器械的准备,并在四年战争期间巩固了城市,以及与玻俄提亚人缔结了和平、休战与同盟;他也因此被那些推翻民主制的人所驱逐。
καὶ ὡς κατῆλθεν ἐπὶ Διοκλέους ἄρχοντος ὑπὸ τοῦ δήμου, συστείλαντι τὴν διοίκησιν πρώτῳ καὶ φεισαμένῳ τῶν ὑπαρχόντων καὶ πρεσβεύσαντι πρὸς Λυσίμαχον καὶ λαβόντι τῷ δήμῳ τριάκοντα τάλαντα ἀργυρίου καὶ πάλιν ἕτερα ἑκατόν· καὶ γράψαντι πρεσβείαν πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον, καθʼ ἣν ἐκπλεύσαντες πεντήκοντα ἐκόμισαν τάλαντα ἀργυρίου τῷ δήμῳ· καὶ πρὸς Ἀντίπατρον πρεσβεύσαντι καὶ λαβόντι εἴκοσι τάλαντα ἀργυρίου καὶ Ἐλευσῖνα κομισαμένῳ τῷ δήμῳ καὶ ταῦτα πείσαντι ἑλέσθαι τὸν δῆμον καὶ πράξαντι, καὶ φυγόντι μὲν ὑπὲρ δημοκρατίας, μετεσχηκότι δὲ οὐδεμιᾶς ὀλιγαρχίας οὐδὲ ἀρχὴν οὐδεμίαν ἠρχότι καταλελυκότος τοῦ δήμου· καὶ μόνῳ Ἀθηναίων τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν πολιτευσαμένων μὴ μεμελετηκότι τὴν πατρίδα κινεῖν ἑτέρῳ πολιτεύματι ἢ δημοκρατίᾳ· καὶ τὰς κρίσεις καὶ τοὺς νόμους καὶ τὰ δικαστήρια καὶ τὰς οὐσίας πᾶσιν Ἀθηναίοις ἐν ἀσφαλεῖ ποιήσαντι διὰ τῆς αὑτοῦ πολιτείας καὶ μηδὲν ὑπεναντίον τῇ δημοκρατίᾳ πεπραχότι μήτε λόγῳ μήτε ἔργῳ.
当他在迪奥克莱斯任执政官时被人民召回,他最先紧缩了财政并节省了现有的资源,并出使去见里西马科斯,为人民争取到了三十个银塔兰同,随后又争取到了一百个;并且提案出使埃及的普托勒迈斯,据此出航的人们为人民带回了五十个银塔兰同;并且出使去见安提帕特,争取到了二十个银塔兰同,并为人民收复了埃莱乌西斯,且说服人民选择这些措施并予以实行;并且为了民主制而流亡,在民主制被推翻时既没有参与任何寡头政治,也没有担任任何官职;并且是在同一时代参与政治的雅典人中唯一没有企图将祖国改变为民主制以外的其他政体的人;并且通过自己的政治管理,使所有雅典人的审判、法律、法庭和财产都得到了保障,且在言论和行动上都没有做过任何违反民主制的事。

词汇与语法注释

  1. 851dτάδε· πρεσβεύοντι καὶ γράφοντι — 指示代词 τάδε(中性复数宾格)指向后面由一系列与格分词短语(以 πρεσβεύοντι 开始)所描述的德摩哈雷斯的具体功绩。这些分词短语作为对前文 εὐεργετηκότι(“曾做出贡献”)的具体说明或同位语。
  2. 851eἀνθʼ ὧν ἐξέπεσεν — 介词 ἀντί 与关系代词 ὧν(属格复数,指代前文所述的功绩)结合,意为“作为其回报”或“因此”。不及物动词 ἐξέπεσεν(来自 ἐκπίπτω,“被驱逐”)在此起到了及物动词 ἐκβάλλω 被动语态的作用。
  3. 851eὡς κατῆλθεν — 连词 ὡς 在此处作时间连词,意为“当……时”。在此从句中,随后的一系列与格分词(如 συστείλαντι)在格上与决议的主要接受者(德摩哈雷斯)保持一致,描述了他在归国(κατῆλθεν)之后的具体活动。
  4. 851fκαταλελυκότος τοῦ δήμου — 独立属格结构(genitive absolute),表示“当民主制被推翻时”这一时间或背景状况。
  5. 851fμὴ μεμελετηκότι — 否定词 μή 与完成时分词 μεμελετηκότι 连用,是因为该分词具有特征化或条件性的语气,指“不曾企图(改变政体)的那种人”(若只是对客观、历史事实的单纯否定,则更常用 οὐ)。

引用这一段

普鲁塔克, 十演说家传 §12.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:12.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。