Humanitext Reader

普鲁塔克 · 十演说家传 §1.1#2

安提丰的轶事著作与指控决议

第 2 段,共 19 段 · 希腊语

内容简介

介绍安提丰的轶事、悲剧创作、治愈悲伤的技艺及其代表演说,随后刊载了四百人政府倒台后针对他的起诉决议和判决书全文。

§1.1#2ἐστι χαλκός, καὶ τῶν πολλῶν διαφερομένων, αὐτὸν εἰπεῖν ἄριστον εἶναι ἐξ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων πεποίηνται·
(有人说是)铜,在众人意见分歧时,他自己说最完美的是制作哈尔莫迪乌斯和阿里斯托革顿的那种(铜)。
τοῦτο δʼ ἀκούσαντα τὸν Διονύσιον καὶ ὑπονοήσαντα προτροπὴν εἰς ἐπίθεσιν εἶναι τὸ ῥηθὲν προστάξαι ἀναιρεθῆναι αὐτόν οἱ δέ, ὅτι τὰς τραγῳδίας αὐτοῦ διέσυρε, χαλεπήναντα.
狄奥尼西奥斯听到了这话,并怀疑所说之言是袭击他的教唆,于是下令处死他。 但也有人说,是因为安提丰嘲讽了他的悲剧,他才发怒。
φέρονται δὲ τοῦ ῥήτορος λόγοι ἑξήκοντα; ὧν κατεψευσμένους; φησὶ Καικίλιος εἶναι τοὺς εἰκοσιπέντε.
这位修辞学家的演说词有六十篇流传下来,凯基利乌斯说其中二十五篇是伪作。
κεκωμῴδηται δʼ εἰς φιλαργυρίαν ὑπὸ Πλάτωνος ἐν Πεισάνδρῳ.
他在柏拉图的《佩桑德罗斯》中因贪财而被喜剧嘲讽。
λέγεται δὲ τραγῳδίας συνθεῖναι καὶ ἰδίᾳ καὶ σὺν Διονυσίῳ τῷ τυράννῳ.
据说他自己也创作悲剧,并与僭主狄奥尼西奥斯合作创作。
ἔτι δʼ ὢν πρὸς τῇ ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία ὑπάρχει·
在他还致力于诗歌创作时,他创立了一种消除悲伤的疗法,就像医生对病人的治疗一样。
ἐν Κορίνθῳ τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας.
他在科林斯广场旁设立了一个诊所,贴出告示说他可以通过言辞治疗悲伤的人。 他通过询问病因来安抚患者。
νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθʼ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη.
但他认为这种技艺过于微不足道,不配自己的才能,于是转而研究修辞学。
εἰσὶ δʼ οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου περὶ ποιητῶν βιβλίον εἰς Ἀντιφῶντα ἀναφέρουσιν.
也有人把雷吉翁的格劳科斯关于诗人的著作归于安提丰的名下。
ἐπαινεῖται δʼ αὐτοῦ μάλιστα ὁ περὶ Ἡρώδου, καὶ ὁ πρὸς Ἐρασίστρατον περὶ. τῶν ταῶν, καὶ ὁ περὶ τῆς εἰσαγγελίας, ὃν ὑπὲρ ἑαυτοῦ γέγραφε, καὶ ὁ πρὸς Δημοσθένη τὸν στρατηγὸν παρανόμων.
他的演说词中最受赞誉的是《关于赫罗德斯案》、针对埃拉西斯特拉托斯的《关于孔雀案》、他为自己辩护而写的《关于弹劾案》,以及针对将军德摩斯梯尼的《关于违宪案》。
ἔγραψε δὲ καὶ κατὰ Ἱπποκράτους; τοῦ στρατηγοῦ λόγον καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου.
他还写了一篇针对将军希波克拉底的演说词,并在被告缺席判决中胜诉。
ψήφισμα ἐπὶ Θεοπόμπου ἄρχοντος, ἐφʼ οὗ οἱ τετρακόσιοι κατελύθησαν, καθʼ ὃ ἔδοξεν Ἀντιφῶντα κριθῆναι, ὃ Καικίλιος παρατέθειται. ἔδοξε τῇ βουλῇ μιᾷ καὶ εἰκοστῇ τῆς πρυτανείας· Δημόνικος Ἀλωπεκῆθεν Φιλόστρατος, Φιλόστρατοιε Παλληνεὺς ἐπεστάτει·
以下是在执政官狄奥庞波斯任内通过的决议,四百人政府就是在此人任内被推翻的,根据该决议决定对安提丰进行审判,凯基利乌斯引用了这一决议:评议会在普吕塔奈亚的第二十一日决议:阿洛佩克的德莫尼科斯(任书记),帕勒涅的菲洛斯特拉托斯担任议长。
Ἄνδρων εἶπε περὶ τῶν ἀνδρῶν, οὓς ἀποφαίνουσιν οἱ στρατηγοὶ πρεσβευομένους εἰς Λακεδαίμονα ἐπὶ κακῷ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ ἐκ τοῦ στρατοπέδου πλεῖν ἐπὶ πολεμίας νεὼς καὶ πεζεῦσαι διὰ Δεκελείας, Ἀρχεπτόλεμον καὶ Ὀνομακλέα καὶ Ἀντιφῶντα συλλαβεῖν καὶ ἀποδοῦναι εἰς τὸ δικαστήριον, ὅπως δῶσι δίκην παρασχόντων δʼ αὐτοὺς οἱ στρατηγοί, καὶ ἐκ τῆς βουλῆς οὕστινας ἂν δοκῇ τοῖς στρατηγοῖς, προσελομένοις μέχρι δέκα, ὅπως ἂν περὶ παρόντων γένηται ἡ κρίσις.
安德隆提议:关于将军们指控其为使节前往拉acedaemon(斯巴达)危害雅典人城邦的那些人,以及指控其从军营乘敌船航行、经由德凯利亚徒步旅行的那些人,即阿凯普托勒摩斯、奥诺马克斯和安提丰,逮捕他们并交送法廷,以便让他们受到惩罚。 将军们应当交出他们,并由将军们从评议会中挑选出最多十人,以便在他们出席的情况下进行审判。
προσκαλεσάσθωσαν δʼ αὐτοὺς οἱ θεσμοθέται ἐν τῇ αὔριον ἡμέρᾳ καὶ εἰσαγόντων, ἐπειδὰν αἱ κλήσεις ἐξήκωσιν εἰς τὸ δικαστήριον, περὶ προδοσίας κατηγορεῖν τοὺς ᾑρημένους συνηγόρους καὶ τοὺς στρατηγοὺς καὶ ἄλλους, ἄν τις βούληται·
让法官(thesmothetae)在明天传唤他们,并在传唤期限届满时将他们带入法廷,由选出的诉讼代理人、将军们以及其他任何愿意的人指控他们犯有叛国罪。
ὅτου δʼ ἂν καταψηφίσηται τὸ δικαστήριον, περὶ αὐτοῦ ποιεῖν κατὰ τὸν νόμον, ὃς κεῖται περὶ τῶν προδόντων.
法廷对任何人判决有罪后,将根据有关叛国者的法律对该人进行处置。
Τούτῳ ὑπογέγραπται τῷ δόγματι ἡ καταδίκη.
在这项决议下面写着判决书。
προδοσίας ὦφλον Ἀρχεπτόλεμος Ἱπποδάμου Ἀγρύληθεν παρών, Ἀντιφῶν Σοφίλου Ῥαμνούσιος· παρών τούτοιν·
阿格里莱的希波达摩斯之子阿凯普托勒摩斯(在场)和拉姆努斯的索菲鲁斯之子安提丰(在场)被判犯有叛国罪。
ἐτιμήθη τοῖς, ἕνδεκα παραδοθῆναι καὶ τὰ χρήματα δημόσια εἶναι καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον, καὶ τὼ οἰκία κατασκάψαι αὐτῶν καὶ ὅρους θεῖναι τοῖν οἰκοπέδοιν, ἐπιγράψαντας ΑΡΧΕΠΤΟΛΕΜΟΥ ΚΑΙ ΑΝΤΙΦΩΝΤΟΣ ΤΟΙΝ ΠΡΟΔΟΝΤΟΙΝ. τὼ δὲ δημάρχω ἀποφῆναι τὴν οὐσίαν αὐτοῖν καὶ μὴ ἐξεῖναι θάψαι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα Ἀθήνησι, μηδʼ ὅσης Ἀθηναῖοι κρατοῦσι·
此二人被判处移交十一人(处决官),财产予以没收公有,其十分之一归女神所有,拆毁他们的房屋,并在房基上立界石,刻上:“叛国者阿凯普托勒摩斯与安提丰的(地产)”。 由区长(demarch)公示他们的财产,且不得将阿凯普托勒摩斯和安提丰葬在雅典或雅典人统治的任何领土内。
καὶ ἄτιμον εἶναι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα καὶ γένος τὸ ἐκ τούτοιν, καὶ νόθους καὶ γνησίους καὶ ἐάν τις ποιήσηταί τινα τῶν ἐξ Ἀρχεπτολέμου καὶ Ἀντιφῶντος, ἄτιμος ἔστω ὁ ποιησάμενος.
阿凯普托勒摩斯、安提丰以及他们的子孙,无论是庶出还是嫡出,均剥夺公民权。 若有人收养阿凯普托勒摩斯和安提丰的子孙,收养者亦剥夺公民权。
ταῦτα δὲ γράψαι ἐν στήλῃ χαλκῇ· καὶ ᾗπερ ἀνάκειται τὰ ψηφίσματα τὰ περὶ Φρυνίχου, καὶ τοῦτο θέσθαι.
将这些内容刻在铜碑上,并放置在树立关于弗吕尼科斯的决议碑的同一位置。

词汇与语法注释

  1. 833bἐστι χαλκός — 此句直接承接前一个分卷的结尾“在一次宴饮中,有人提出‘什么是最好的……’这一讨论(γενομένης δὲ παρὰ πότον ζητήσεως, τίς ἄριστός;)”。在 `ἐστι χαλκός` 之前省略了主语和引导词(如“有人说最完美的是”)。随后的 `τῶν πολλῶν διαφερομένων` 是独立属格结构。
  2. 833fπαρασχόντων δʼ αὐτοὺς οἱ στρατηγοί — 此处存在语法不一致(破格句法/anacoluthon),分词 `παρασχόντων` 是属格复数形式,而其逻辑主语 `οἱ στρατηγοί` 却是主格复数形式。这代表了独立属格的非正规用法或抄本上的文本讹误。
  3. 834aτούτοιν ἐτιμήθη — 动词 `ἐτιμήθη`(τιμάω 的被动语态第三人称单数)意为“评定/确定刑罚”。`τούτοιν` 是双数属格/与格形式,在此作为不利与格(dative of disadvantage)发挥功能,意为“对这两人确定了刑罚”。

引用这一段

普鲁塔克, 十演说家传 §1.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:1.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。