§1.1#1Ἀντιφῶν Σοφίλου μὲν ἧν πατρὸς τῶν δὲ δήμων ʽπαμνούσιος·
安提丰是索菲鲁斯之子,属于拉姆努斯区。
μαθητεύσοις δὲ τῷ πατρὶ ʽἦν γὰρ σοφιστῆς, ᾧ καὶ Ἀλκιβιάδην φασὶν ἑτι παῖδα ὄντα φοιτῆσαἰ καὶ δύναμιν λόγων κτησάμενος, ὥς τινες νομίζουσιν, ἀπʼ οἰκείας φύσεως, ὥρμησε μὲν πολιτεύεσθαι·
他随父亲学习,因为其父是一个智者,据说阿尔西比亚德斯在还是孩童时也曾到他那里求学。 他凭借自己的天赋(如某些人所认为的)获得了言辞的力量,并着手参与政治。
διατριβὴν δὲ συνέστησε καὶ Σωκράτει τῷ φιλοσόφῳ διεφέρετο τὴν ὑπὲρ τῶν λόγων διαφορὰν οὐ φιλονείκως ἀλλʼ ἐλεγκτικῶς, ὡς Ξενοφῶν ἱστόρηκεν ἐν τοῖς Ἀπομνημονεύμασι.
但他开办了学园,并与哲学家苏格拉底就言辞问题进行辩论,不是以好胜的方式,而是以诘问的方式,正如色诺芬在《回忆录》中所记述的那样。
καί τινας λόγους τοῖς δεομένοις τῶν πολιτῶν συνέγραφεν εἰς τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας πρῶτος ἐπὶ τοῦτο τραπείς, ὥσπερ τινές φασι τῶν γοῦν πρὸ αὐτοῦ γενομένων οὐδενὸς φέρεται δικανικὸς λόγος, ἀλλʼ οὐδὲ τῶν κατʼ αὐτόν, διὰ τὸ μηδέπω ἐν ἔθει τοῦ συγγράφειν εἶναι, οὐ Θεμιστοκλέους οὐκ Ἀριστείδου οὐ Περικλέους, καίτοι πολλὰς ἀφορμὰς καὶ ἀνάγκας παρασχόντων αὐτοῖς τῶν καιρῶν καὶ γὰρ οὐ διʼ ἀσθένειαν ἀπελείποντο τοῦ συγγράφειν, ὡς δῆλον ἐκ τῶν εἰρημένων παρὰ τοῖς συγγραφεῦσι περὶ ἑνὸς Χ ορατορυμ Ωιταε. ἑκάστου τῶν· προειρημένων ἀνδρῶν.
他首开先河,为有需要的公民撰写用于法庭辩论的申辩词,正如有些人所说。 无论如何,在他之前的人中,甚至在他同时代的人中,都没有法庭辩论词流传下来,因为当时撰写辩词尚未成为风气—— 无论是地米斯托克利、阿里斯提德还是伯里克利都没有,尽管当时的局势给他们提供了许多契机和必要性。 因为他们不撰写并不是因为能力不足,这从历史学家关于上述每一位人物的叙述中就可以明显看出来。
ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι, πρεσβύτῃ ἤδη ὄντι, οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον.
然而,如果我们要追溯到最古老的时期,记忆那些采用这种言辞类型的演说家,人们会发现他们曾与已经年迈的安提丰有所交往,例如阿尔西比亚德斯、克里提亚斯、利西亚斯和阿耳基努斯。
πρῶτος δὲ καὶ ῥητορικὰς τέχνας ἐξήνεγκε, γενόμενος ἀγχίνους· διὸ καὶ Νέστωρ ἐπεκαλεῖτο.
由于他聪明伶俐,他也是第一个发表修辞学教程的人,因此他也被称为“内斯托尔”。
Καικίλιος δʼ ἐν τῷ περὶ αὐτοῦ συντάγματι Θουκυδίδου τοῦ συγγραφέως καθηγητὴν τεκμαίρεται γεγονέναι ἐξ ὧν ἐπαινεῖται παρʼ αὐτῷ ὁ Ἀντιφῶν.
凯基利乌斯在关于他的专著中,根据修昔底德对安提丰的赞扬,推测他是历史学家修昔底德的老师。
ἔστι δʼ ἐν τοῖς· λόγοις ἀκριβὴς καὶ πιθανὸς καὶ δεινὸς περὶ τὴν εὕρεσιν καὶ ἐν τοῖς ἀπόροις τεχνικὸς καὶ ἐπιχειρῶν ἐξ ἀδήλου καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος.
他的言辞风格严谨、具有说服力、善于构思,在困境中富于技巧,从不明显的事物中立论,将言辞转向法律与情感,极力追求得体。
γέγονε δὲ κατὰ τὰ Περσικὰ καὶ Γοργίαν τὸν σοφιστήν, ὀλίγῳ νεώτερος αὐτοῦ·
他生活在希波战争和智者高尔吉亚的时代,比高尔吉亚年轻一些。
καὶ παρατέτακεν ἕως καταλύσεως τῆς δημοκρατίας ὑπὸ τῶν τετρακοσίων.
他一直活动到四百人会议推翻民主制。
γενομένης, ἣν αὐτὸς δοκεῖ συγκατασκευάσαι, ὁτὲ μὲν δυσὶ τριηραρχῶν ναυσὶν ὁτὲ δὲ στρατηγῶν, καὶ πολλαῖς μάχαις νικῶν, καὶ συμμαχίας μεγάλας αὐτοῖς προσαγόμενος, καὶ τοὺς ἀκμάζοντας ὁπλίζων, καὶ τριήρεις πληρῶν ἑξήκοντα, καὶ πρεσβεύων δʼ ἑκάστοτε ὑπὲρ αὐτῶν εἰς Λακεδαίμονα, ἡνίκα ἐτετείχιστο Ἠετιώνεια.
这一阴谋据信是他协助策划的。 他有时担任两艘三段击船的船长,有时担任将军,赢得了许多战役,为他们争取了强大的同盟,武装了处于壮年的青年,装备了六十艘三段击船,并在埃埃提奥尼亚修筑防御工事时,每次都代表他们前往拉acedaemon(斯巴达)担任使节。
μετὰ δὲ τὴν σε κατάλυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμῳ ἑνὶ τῶν τετρακοσίων, ἑάλω, καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπαχθεὶς ἄταφος ἐρρίφη καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἀνεγράφη.
在四百人政权被推翻后,他与四百人之一的阿凯普托勒摩斯一同被弹劾,并被判有罪。 他遭受了对待叛国者的惩罚,被曝尸荒野不得安葬,并与子孙一同被登记为丧失公民权者。
οἱ δʼ ὑπὸ τῶν τριάκοντα ἀνῃρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο.
但也有人记载他是被三十人篡权者所杀,正如利西亚斯在《为安提丰之女申辩》的演说中所说的那样;因为他有一个幼女,卡莱斯克鲁斯曾依法要求娶她。
ὅτι δʼ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Φιλιππικῶν ἀλλʼ οὗτός γʼ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός,· οὗ καὶ Κρατῖνος ἐν Πυτίνῃ ὡς πονηροῦ μνημονεύει·
关于他在三十人统治下死亡一事,狄奥彭波斯在《腓力史》第十五卷中也有记载。 但这个人应该是另外一个安提丰,即利西多尼德斯之子,克拉提诺斯在《酒瓶》中也曾提到他是一个恶人。
πῶς γὰρ ἂν ὁ προτεθνεὼς καὶ ἀναιρεθεὶς ἐπὶ τῶν τετρακοσίων πάλιν ἐπὶ τῶν τριάκοντα εἴη;
因为一个在四百人政权时期已经死亡并被处决的人,怎么可能再次生活在三十人政权时期呢?
ἔστι δὲ καὶ ἄλλος λόγος περὶ τῆς τελευτῆς αὐτοῦ. πρεσβευτὴν γὰρ ὄντα αὐτὸν εἰς Συρακούσας πλεῦσαι, ἡνίκα ἢκμαζεν ἡ τοῦ προτέρου Διονυσίου τυραννίς· γενομένης δὲ παρὰ πότον ζητήσεως, τίς ἄριστός;
关于他的死还有另外一种说法:他作为使节乘船前往叙拉古,当时老狄奥尼西奥斯的僭主统治正值鼎盛时期;在一次宴饮中,有人提出“什么是最好的……”这一讨论。