§2.1Ἀνδοκίδης Λεωγόρου μὲν ἦν πατρὸς τοῦ Ἀνδοκίδου τοῦ θεμένου ποτὲ πρὸς Λακεδαιμονίους εἰρήνην; νην Ἀθηναίοις, τῶν δήμων δὲ Κυδαθήναιος ἢ Θορεύς, γένους εὐπατριδῶν, ὡς δʼ Ἑλλάνικος καὶ ἀπὸ Ἑρμοῦ· καθήκει γὰρ εἰς αὐτὸν τὸ κηρύκων γένος·
安多基德斯的父亲是莱奥戈拉斯(莱奥戈拉斯是曾与拉acedaemon人谈判为雅典人缔结和约的那位安多基德斯之子),他按自治社区属于区达塞奈乌姆或托里库斯,出身于贵族世家,而根据赫拉尼科斯的说法,他也是赫尔墨斯的后裔,因为传令官家族传承到了他。
διὸ καὶ προεχειρίσθη ποτὲ μετὰ Γλαύκωνος σὺν ναυσὶν εἴκοσι Κερκυραίοις βοηθήσων, διαφερομένοις πρὸς Κορινθίους.
因此,他曾与格劳孔一起被选派率领二十艘船去援助克基拉人,当时克基拉人正与科林斯人发生冲突。
μετὰ δὲ ταῦτα αἰτιαθεὶς ἀσεβεῖν ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια, κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος ἐξεῦρε τοὺς περὶ τὰ ἱερὰ ἁμαρτόντας, ἐν οἷς καὶ τὸν αὑτοῦ πατέρα ἐμήνυσε.
但在此之后,他被指控犯有不敬罪,理由是他自己也损毁了赫尔墨斯神柱并亵渎了德墨忒尔的神秘仪式。 在这两项指控中被审判时,他通过承诺告发其他罪犯而免于惩罚。 他尽了最大努力,查出了亵渎神圣之物的人,其中他也告发了自己的父亲。
καὶ τοὺς μὲν ἄλλους πάντας ἐλέγξας ἐποίησεν ἀπολέσθαι τὸν δὲ πατέρα ἐρρύσατο, καίτοι δεδεμένον ἤδη, ὑποσχόμενος πολλὰ λυσιτελήσειν αὐτὸν τῇ πόλει·
他通过指证其他所有人,使他们被处死,但他通过承诺其父亲将对城邦大有益处,从而救出了当时已被监禁的父亲。
καὶ οὐκ ἐψεύσατο· ἤλεγξε γὰρ ὁ Λεωγόρας πολλοὺς δημόσια χρήματα σφετεριζομένους καὶ ἄλλα τινὰ ἀδικοῦντας.
他没有说谎,因为莱奥戈拉斯确实揭露了许多私吞公款和其他作恶的人。
καὶ διὰ μὲν ταῦτα ἀφείθη τῆς· αἰτίας·
由于这些原因,他被免除了指控。
οὐκ εὐδοκιμῶν δʼ ὁ· Ἀνδοκίδης ἐπὶ τοῖς πολιτευομένοις ἐπέθετο ναυκληρίᾳ,καὶ τοῖς τε Κυπρίων βασιλεῦσι καὶ πολλοῖς ἄλλοις δοκίμοις ἐπεξενώθη ὅτε καὶ μίαν τῶν πολιτίδων, Ἀριστείδου θυγατέρα, ἀνεψιὰν οὖσαν αὐτῷ, λάθρα τῶν οἰκείων ἐξαγαγὼν ἔπεμψε δῶρον τῷ Κυπρίων βασιλεῖ.
但由于安多基德斯在政治事务中名声不佳,他便从事海上航运贸易,并与塞浦路斯的国王们以及许多其他名流结下了客友关系。 当时他背着女方的亲属,将一位身为公民、是阿利斯提德的女儿、也是他堂姐妹的女性,偷偷带出国境,作为礼物送给塞浦路斯国王。
μέλλων δʼ ἐπὶ τούτοις εἰς δικαστήριον εἰσάγεσθαι πάλιν αὐτὴν ἐξέκλεψεν ἀπὸ τῆς Κύπρου, καὶ ληφθεὶς ὑπὸ τοῦ βασιλέως ἐδέθη·
在准备为此案接受法庭审判时,他又将她从塞浦路斯偷了出来,结果被国王抓住并被关押。
διαδρὰς δʼ ἧκεν εἰς τὴν πόλιν, καθʼ ὃν χρόνον οἱ τετρακόσιοι διεῖπον τὰ πράγματα·
在逃脱后,他回到了雅典,当时正是四百人会议执政的时期。
δεθεὶς δʼ ὑπὸ τούτων καὶ διαφυγών, αὖθις ὁπότε κατελύθη ἡ ὀλιγαρχία, ἐξέπεσε τῆς πόλεως, τῶν τριάκοντα τὴν ἀρχὴν παραλαβόντων.
但他被他们监禁并逃脱,再次在寡头政治被推翻、三十僭主夺取政权时,他被逐出城邦。
οἰκήσας δὲ τὸν τῆς φυγῆς χρόνον ἐν Ἤλιδι, κατελθόντων τῶν περὶ Θρασύβουλον, καὶ αὐτὸς ἧκεν εἰς τὴν πόλιν.
他在伊利斯度过了流亡时期,当色拉西布洛斯一派人回国时,他也回到了雅典。
πεμφθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα καὶ δόξας ἀδικεῖν ἔφυγε.
但他因和平事务被派往拉acedaemon,并被认为有罪而流亡。
δηλοῖ δὲ περὶ πάντων ἐν τοῖς λόγοις οἷς συγγέγραφεν· οἱ μὲν γὰρ ἀπολογουμένου περὶ τῶν μυστηρίων εἰσίν, οἱ δὲ καθόδου δεομένου.
他在自己撰写的演说词中说清楚了关于这一切的事情,因为有些是他在神秘仪式案中的辩护词,有些是请求回国的请愿书。
σῴζεται δʼ αὐτοῦ καὶ ὁ περὶ τῆς ἐνδείξεως λόγος καὶ Ἀπολογία πρὸς Φαίακα καὶ περὶ τῆς εἰρήνης.
他的《关于检举案》的演说词、《针对法亚克斯的辩解》以及《关于和平》的演说词也保存了下来。
καὶ ἤκμακε μὲν κατὰ τοῦτον τὸν χρόνον ἅμα Σωκράτει τῷ φιλοσόφῳ·
他在这一时期与哲学家苏格拉底同时达到鼎盛期。
ἀρχὴ δʼ αὐτῷ τῆς γενέσεως ὀλυμπιὰς μὲν ἑβδομηκοστὴ ὀγδόη, ἄρχων δʼ Ἀθήνησι Θεογενίδης· ὥστʼ εἶναι πρεσβύτερον αὐτὸν Λυσίου ἔτεσί που ἑκατόν.
他的诞生之年始于第七十八届奥林匹亚期,当时雅典的执政官是塞奥格尼德斯,因此他比吕西亚斯年长大约一百岁。
τούτου δʼ ἐπώνυμός ἐστι καὶ Ἑρμῆς ὁ Ἀνδοκίδου καλούμενος, ἀνάθημα μὲν ὢν φυλῆς Αἰγηίδος, ἐπικληθεὶς δʼ Ἀνδοκίδου διὰ τὸ πλησίον παροικῆσαι τὸν Ἀνδοκίδην.
以他的名字命名了被称为“安多基德斯的赫尔墨斯”的雕像,这虽是埃勾斯部落的献纳物,但因安多基德斯住在其附近而被冠以安多基德斯之名。
καὶ αὐτὸς δʼ ἐχορήγησε κυκλίῳ χορῷ τῇ αὑτοῦ φυλῇ ἀγωνιζομένῃ διθυράμβῳ, καὶ νικήσας ἀνέθηκε τρίποδα ἐφʼ ὑψηλοῦ ἀντικρὺ τοῦ πωρίνου Σειληνοῦ.
他自己也曾在本部落参加迪堤兰博斯比赛时担任环舞的合唱赞助人,并在获胜后,在石灰石制成的西勒诺斯雕像对面高处献纳了一个三脚鼎。
ἔστι δʼ ἁπλοῦς καὶ ἀκατάσκευος ἐν τοῖς λόγοις, ἀφελής τε καὶ ἀσχημάτιστος.
他的演说风格简单且无雕琢,朴素而无辞格。