Humanitext Reader

普鲁塔克 · 论不应借债 §8

放弃虚假财富与摆脱债务束缚的劝诫

第 4 段,共 4 段 · 希腊语

内容简介

普鲁塔克指出富人通过借债来维持虚假财富的愚蠢,引用奥德修斯脱去衣物以及古代圣贤和诗人主动选择贫困的例子,劝诫人们摆脱因债务带来的精神和物质奴役。

§8ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;
因为现在我的论说正针对那些较富裕且较软弱的人,也就是那些说: “那我难道要变得没有奴隶、没有炉灶、没有房屋吗?
ὥσπερ εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς ἰσχνὸς οὖν γένωμαι καὶ κενός;
” 就像一个因患水肿而浮肿的病人对医生说: “那我难道要变得消瘦和空虚吗?
τί δʼ οὐ μέλλεις, ἵνʼ ὑγιαίνῃς;
” 你为什么不该如此,好让你恢复健康呢?
καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμʼ ᾖς ἄλλου.
你也应当变得没有奴隶,免得你成为奴隶;变得没有财产,免得你成为他人的财产。
καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχνʼ ἐκβάλλειν, ἕτερος παρὼν καὶ τί δεινόν;
听听秃鹰的故事吧:当其中一只正在呕吐并说自己要把内脏吐出来时,在旁的另一只说: “这有什么可怕的?
εἶπεν οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχνʼ ἐκβάλλεις, ἀλλὰ τὰ τοῦ νεκροῦ ὃν ἄρτι ἐσπαράττομεν.
” “因为你吐出来的不是你自己的内脏,而是我们刚才撕碎的尸体的内脏。
καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε.
” 债务人也是如此,每个人卖掉的不是自己的土地,也不是自己的房屋,而是债权人的财产,因为他在法律上已经使债权人成为它们的主人了。
νὴ Δία φησὶν ἀλλʼ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα.
“对宙斯发誓,”有人说,“但这块田地是我父亲留给我的! ” 确实,你的父亲也给予了你自由和公民权,你应当对这些抱有更大的关切。
καὶ τὸν πόδα καὶ τὴν χεῖρʼ ὁ γεννήσας ἐποίησεν, ἀλλʼ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι.
你的父亲创造了你的脚和手,但当它们腐烂时,你却付钱给截肢的人。
τῷ δʼ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν εἵματʼ ἀμφιέσασα θυώδεα χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλʼ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον " νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος " καὶ διασωθεὶς οὔτʼ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε.
卡吕普索将衣服披在奥德修斯身上,“给他穿上芬芳的衣裳”,散发着不死肌肤的香气,这是她友谊的礼物和纪念;但当他翻船沉入水中,艰难地浮上来时,由于衣服浸透变重,他便脱下并扔掉了它,用一条面纱系在裸露的胸膛下, “游了过去,注视着陆地。 ” 他得救之后,既不缺衣服也不缺食物。
τί οὖν;
那么,怎么会呢?
οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων ἀπόδος;
当隔了许久债权人站出来说“还钱”时,债务人身边难道不会刮起风暴吗?
" ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον· σὺν δʼ εὖρός τε νότος τʼ ἔπεσε ζέφυρός τε δυσαής " τόκων τόκοις ἐπικυλισθέντων ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος·
“他如此说着,聚集起云雾,搅动了大海;东风、南风和猛烈的西风一同袭来,” 随着利息不断滚在利息之上。
ἀλλʼ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος.
而那个被海浪吞没的人,却死死抓住那些使他沉重的东西,无法游开逃走,反而被推向深渊,与那些为他担保的朋友们一同消逝。
Κράτης δʼ ὁ Θηβαῖος ὑπʼ οὐδενὸς ἀπαιτούμενος οὐδʼ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν.
而底比斯的克拉特斯,虽不曾被任何人催债,也不欠任何人的债,但他厌恶家务管理、忧虑和分心,便放弃了八塔兰同的财产,拿起一件粗衣和一个布袋,逃向了哲学和贫困。
Ἀναξαγόρας δὲ τὴν. χώραν κατέλιπε μηλόβοτον.
阿那克萨哥拉则把他的土地留作羊群的牧场。
καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν μὰ τοὺς θεούς εἶπεν ἐμὲ ταῦτα τἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ̓ ἐγὼ ταῦτα·
又何必说这些人呢? 抒情诗人菲洛克塞诺斯在西西里的殖民地,分得了一份土地,过着拥有极大财富的生活和住宅,但当他看到当地盛行奢侈、享乐和缺乏教养时,便说: “凭神明起誓,这些‘好东西’不会毁灭我,而是我(要毁灭)它们!
καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν.
” 于是他把土地留给别人,乘船离去。
οἱ δʼ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. δουλεύοντες ὑπαργυρεύοντες ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθʼ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον καὶ τὸν οἶνον ἔχω φησὶ τοσούτου καὶ πρόσγραφον ἔδωκε τῆς τιμῆς ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.
然而债务人被催讨、被征税、被奴役、因钱财而屈从,却依旧忍耐、坚持,就像菲纽斯一样,喂养着一些长着翅膀的哈耳庇厄,它们夺走并掠夺他们的食物——他们不是在适当时节,而是在麦子收割前就买下它,在奥利弗果实落地前就购买奥利弗油,并且 “这酒我拿下了,”债权人说,“价格是这么多,” 并给出了价格的字据,而葡萄串还悬挂在枝头继续生长,等待着大角星的到来。

词汇与语法注释

  1. 831cὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε — 关系代词 ὅν 的先行词是前文的“债权人”(δανείσαντος),关系从句的主语是省略的“每个债务人”(ἕκαστος)。“它们”(αὐτῶν)指代前文的土地和房屋。这一结构表达了一种反讽:债务人所卖掉的实际上已经是债权人的财产,因为他们已经在法律上使债权人成为了其财产的主人。
  2. 831fἐμὲ ταῦτα τἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ̓ ἐγὼ ταῦτα — 在后半句 `ἀλλ̓ ἐγὼ ταῦτα` 中,省略了与前半句动词 `ἀπολεῖ`(将毁灭)相对应的一人称单数将来时动词 `ἀπολῶ`(我将毁灭/抛弃它们)。
  3. 832aτὸν οἶνον ἔχω φησὶ τοσούτου — 插入语 `φησί`(他说)的主语是“债权人”,搭配表示价格的属格 `τοσούτου`(以如此价格),展现了债权人在葡萄未收割前便单方面定价的横暴直接引语。

引用这一段

普鲁塔克, 论不应借债 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg120.humanitext-grc2:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。