§4τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς·
因为梭伦免除了雅典人以人身作保的债务,这给他们带来了什么好处呢?
σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς, μᾶλλον δʼ οὐδʼ αὐτοῖς· τί γὰρ ἦν τὸ δεινόν;
因为他们向所有的金贷者低头作奴,更确切地说,甚至不是向他们本人(因为这又有什么可怕的呢?
ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθʼ Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι.
),而是向那些傲慢、野蛮且残暴的奴隶作奴,正如柏拉图所说,在阴间,那些炽热的惩罚者和公共行刑官伫立在不敬者身旁一样。
καὶ γὰρ οὗτοι τὴν ἀγορὰν ἀσεβῶν χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς
δέρτρον ἔσω δύνοντες,ʼ
τοὺς δʼ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας.
事实上,这些人也将市场变成了不敬者的土地,像秃鹰一样蚕食和剥削那些可怜的债务人,“深入他们的内皮,”他们又伫立在旁,阻止那些如同坦塔罗斯一般的人,使他们即使在收割和采集自己的作物时,也无法品尝自己的财产。
ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως οὗτοι τῶν χειρογράφων καὶ συμβολαίων ὥσπερ πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύνουσι, σπείροντες οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλʼ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις.
正如大流士曾派遣达提斯和阿塔弗涅斯进军雅典,手中拿着针对战俘的锁链和镣铐,同样地,这些人带着满载借据和契约(如同镣铐)的箱子前往希腊,巡游并横扫各个城市。 他们播下的不是像特里普托勒摩斯那样温和的作物,而是种下痛苦、多产且难以消除的债务之根,这些根向四周蔓延繁茂,扭曲并扼杀着各个城市。
τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει·
人们说,兔子一边生育,一边哺育另一只,同时又再次受孕;而这些该受鞭笞的野蛮人的债务,甚至在受孕之前就已经生育了。
διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι.
因为他们一给予就立刻索取,一存入就立刻提取,并且为了借贷而将他们收到的东西再次借出。
§5λέγεται μὲν παρὰ Μεσσηνίοις
"
ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλος
"
λεχθήσεται δὲ πρὸς τοὺς δανειστάς
"
ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος.
在美塞尼亚人中传说着: “毕洛斯之前有毕洛斯,而且确实还有另一个毕洛斯。 ” 而对债主们则会说: “利息之前有利息,而且确实还有另一个利息。
"
εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτʼ ὄντος μηδʼ ὑφεστῶτος γεννᾶται τόκος·
” 接着,他们自然会嘲笑那些自然哲学家,因为后者说无中不能生有;而在这些人这里,利息却产生于那已不再存在、也不具有实体的事物。
καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος· αὐτοὶ γὰρ παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δʼ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες· ὁ γὰρ οὗ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται.
他们还认为收税是可耻的,尽管这是法律所允许的;因为他们自己通过非法放贷来进行收税,更确切地说,如果必须说实话,他们在放贷的过程中就在剥夺债务;因为那个接受少于他签字借据金额的人,就是被剥夺了债务。
καίτοι Πέρσαι γε τὸ ψεύδεσθαι δεύτερον ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις·
然而,波斯人认为撒谎是第二大罪过,而第一大罪过是欠债;因为撒谎也常常发生在欠债者身上。
ψεύδονται δὲ μᾶλλον οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες·
然而,放贷的人撒了更多的谎,并在他们自己的账簿上作假,写着他们给了某人多少钱,实际上却给得更少。
καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδʼ ἀπορίαν, ἀλλʼ ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις.
而他们的谎言源于贪婪,不是出于需要或匮乏,而是出于无止境的贪心,这种贪心的终局对他们而言既无法享受也无益,但对受害者而言却是致命的。
οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτʼ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτʼ ἐσθῆτας ἐκείνων· ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται ὑπʼ ἐκείνου δελεαζόμενος.
因为他们既不耕作从债务人那里夺来的田地,也不在驱逐他们后居住在他们的房子里,更不用他们的餐桌或穿他们的衣服;而是一个人先破灭了,接着第二个人又被他诱惑并被追猎。
νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόντων, ἄλλον ἐξ ἄλλου καταναλίσκον ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον.
因为这债务如同野火般蔓延,因落入其中之人的破灭和毁灭而增长,一个接一个地吞噬;而将这野火煽动并喂养向许多人的债主,除了一段时间后拿来账簿阅读自己已经卖掉了多少人、驱逐了多少人,以及那些翻滚积累的钱财是从哪里转账过来(到他手里)之外,没有得到更多的东西。
§6καὶ ταῦτα μὴ μʼ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς· "
οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους· "
ἀλλʼ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν.
请不要以为我说的这些话是因为我向债主们宣战了: “因为他们从未赶走过我的牛,也从未赶走过我的马;” 而是向那些轻易借贷的人指出,这件事带有何等的羞耻与奴性,以及借贷乃是极其愚蠢与软弱的表现。
ἔχεις;
你有钱吗?
μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς οὐκ ἔχεις;
不要借,因为你并不匮乏。 你没钱吗?
μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις.
不要借,因为你还不起。
κατʼ ἰδίαν δʼ οὕτως ἑκάτερα σκοπῶμεν.
让我们这样逐一审视这两种情况。
ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον
ὦ ἄνθρωπε, τί τῷ γήρᾳ
ἔφη
πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;
加图曾对一个作恶的老人说: “喂,你为什么要把作恶的羞耻加给已经有很多不幸的老年呢?
ʼ
οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδʼ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν.
” 因此,你也不要在已伴随着许多不幸的贫穷之上,累积因借贷和欠债而来的困窘,更不要夺走贫穷与富有唯一的区别,即那份无忧无虑。
ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον
"
οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν
"
πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον.
否则,那句俗谚就要显得可笑了: “我连山羊都背不动,却要把公牛驮在我身上。 ” 你无法忍受贫穷,却把债主加在自己身上,这副重担哪怕对富人而言也是难以承受的。
πῶς οὖν διατραφῶ;
“那我该如何糊口呢?
τοῦτʼ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν ἔστι καὶ φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν;
”你问,明明你有着双手,有着双脚,有着声音,是一个可以去爱并被爱、能够施恩并表达感激的人?
γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι
ἀπόδος
.
去教书、做家庭教师、当门卫、航海、沿岸航行,这些事情没有一件比听到: “还钱。 ” 更可耻、更难受。