Humanitext Reader

普鲁塔克 · 致无知的统治者 §3-4

统御统治者的内在理性与君主僭主之别

第 2 段,共 3 段 · 希腊语

内容简介

统治统治者的并非成文法,而是其内在的理性,真正的统治者通过美德成为神圣的肖像。真正的君主因正义而为属民担忧,而僭主则惧怕其属民并生活在痛苦之中。

§3τίς οὖν ἄρξει τοῦ ἄρχοντος;
那么,谁来统治统治者呢?
ὁ νόμος ὁ πάντων βασιλεὺς; θνατῶν τε καὶ ἀθανάτων·
是法律,正如品达所说,它是凡人与神明共同的国王。
ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος οὐδέ τισι ξύλοις, ἀλλʼ ἔμψυχος ὢν ἐν αὐτῷ λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας.
它并非写在外在的书本或木板上,而是存在于他内心活生生的理性,时刻与他同在、守护着他,决不让他的灵魂失去引导。
ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθʼ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης ἠθέλησε·
因为波斯国王曾专门为此指定了一名侍寝官,以便在黎明入房时对他说: “起来吧,大王,去关注伟大的奥罗马兹德要你关注的事情。
τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν.
” 而对于受过教育和克己节制的统治者来说,他的内心始终有声音在诉说并激励着这一点。 事实上,波利蒙曾说,爱是 “神明为了青年的照顾与救赎而进行的服务”。
ἀληθέστερον δʼ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν; ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν.
但人们或许可以更真实地说,统治者是在为了人类的照顾与救赎而服务于神,以便将神赐予人类的美好和善良,有些予以分配,有些予以守护。
" ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;
“你是否看见这高处无尽的以太,以及用湿润臂弯环抱大地的存在?
" ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δʼ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δʼ ἀνέμοις τὰ δʼ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, κοσμεῖ δʼ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρʼ αὑτοῦ φίλτρον ἐγκεράννυσιν.
” 一方降下适宜的种子源头,大地则将其产出;有的因雨水而成长,有的因风,有的则因星辰和月光的温养而成长,太阳点缀着一切,并向所有人注入这来自他自身的爱之妙药。
ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος.
但是,对于神明所恩赐的这些、以及如此巨大的礼物和美德,如果没有法律、正义和统治者,就无法享用,也无法正确地使用。
δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δʼ ἄρχοντος ἔργον, ἄρχων δʼ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλʼ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ διʼ ἀρετῆς καθιστὰς; καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον.
因此,正义是法律的终点,而法律是统治者的工作,统治者则是秩序井然、美化一切的神之像。 他不需要斐迪亚斯来雕刻,也不需要波留克列特斯和米隆,而是通过美德使自己达到与神的相似,创造出最令人愉悦、最合乎神圣的雕像。
οἷον δʼ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας; ἀνέχῃσι, τουτέστι θεοῦ λόγον ἔχων διάνοιαν, οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος·
神在天空中安置了太阳和月亮作为自己极美的倒影,同样地,敬畏神的统治者在城邦中也展现出这样的模仿和公正裁判的光芒,也就是说,他拥有神之理性的思想,而不是拿着笏、雷霆或三叉戟——正如一些人雕刻和绘制自己那样,用无法企及的事物使他们愚蠢的做派招致嫉妒。 因为神对那些模仿雷声、闪电和光芒放射的人感到愤怒,但对于那些效法他的美德、使自己趋向于美好和仁慈的人,他则满怀喜悦地使其成长,并赋予他们围绕在他身边的秩序、正义、真理和温厚。
ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον.
在这些事物中,没有比火、光、太阳的运行、星辰的升落,乃至永恒和不死更为神圣的。
οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δʼ αὐτῆς καὶ τὸ ἀρχόμενον.
因为神并不是因为生命的长度而幸福,而是因为美德的支配。 因为这才是神圣的,接受它的支配同样也是美好的。
§4Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν παρέδρους, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον·
因此,阿那克萨库斯在亚历山大因杀害克雷托斯而极度悲痛时安抚他说,在宙斯身旁,正义(迪克)与律法(泰米斯)作为助手并排而坐,以便让国王所做的一切事情都显得合乎法度且公正。
οὐκ ὀρθῶς οὐδʼ ὠφελίμως τὴν ἐφʼ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος.
他用鼓励亚历山大做类似事情的方式,来治疗他因犯错而产生的忏悔,这既不正确,也无益处。
εἰ δὲ δεῖ ταῦτʼ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλʼ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος.
但如果要作此类比,宙斯并没有将“正义”作为助手,他自己就是“正义”与“律法”,是法律中最古老、最完美的。
οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου ἡ δέ γε παρθένος ἐστὶ καθʼ Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας σύνοικος ὅθεν αἰδοίους προσαγορεύουσι τοὺς βασιλεῖς·
古人也是这样说、这样写、这样教导的:没有“正义”,即使是宙斯也无法很好地统治。 而根据赫西奥德的说法,“正义”是一位处女,纯洁无瑕,与羞耻、节制和有益同住;因此,人们称国王为“令人敬畏的(或充满羞耻心的)”。
μάλιστα, γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις.
因为,最不容易感到恐惧的人,最应当怀有羞耻和敬畏。
φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι·
统治者应当害怕作恶,甚于害怕受恶。
τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής· , ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες, " ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, θηρὸς ἀκούσαντες κρατερόφρονος,ʼ " οὐχ ὑπὲρ αὑτῶν ἀλλʼ ὑπὲρ τῶν φυλαττομένων.
因为前者是后者的原因,而这才是统治者仁慈且不失高贵的恐惧:为了被统治者而担忧,唯恐他们在不知不觉中受到伤害: “如同牧羊犬在羊圈周围警惕地守夜,听闻强悍猛兽的声音,” 这不是为了他们自己,而是为了他们所守护的人。
ὁ δʼ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν.
而叶帕密浓达在底比斯人散漫地沉浸在节日和宴饮中时,独自巡视武器和城墙,并说自己保持清醒和警觉,是为了让其他人能够醉酒和入睡。
καὶ Κάτων ἐν Ἰτύκῃ ʼτοὺς· ἄλλους ἅπαντας ἀπὸ τῆς ἣττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα; τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν.
小加图在乌提卡,在战败之后宣告要将其他所有人送往海边;在安排他们登船、为他们的航行平安祈祷之后,他回到家中自尽,以此教导统治者应当为了谁而使用恐惧,以及统治者应当蔑视什么。
Κλέαρχος δʼ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε.
相反,庞托斯的僭主克列阿尔科斯像蛇一样钻进箱子里睡觉。
καὶ Ἀριστόδημος ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας·
阿尔戈斯的阿里斯托德摩斯睡在有吊门的楼上房间里,他把小床铺在吊门上方,与情妇同眠。
ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθʼ ἡμέρας πάλιν προσετίθει φέρουσα.
而那女子的母亲则从下面撤走梯子,天亮时再把梯子拿来架好。
πῶς οὗτος, οἴεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς;
你们以为,这样一个把自己的卧室变成监狱的人,会对剧场、官署、议事厅和宴会感到怎样的恐惧?
τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους διὸ δυνάμει τὸ δέος συναύξουσι πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.
因为实际上,君王为被统治者而担忧,而僭主则害怕被统治者;因此,他们随着权力一同增加恐惧,因为统治的人越多,他们害怕的人也就越多。

词汇与语法注释

  1. 780cἔμψυχος ὢν ἐν αὐτῷ λόγος — 意为“在他心中活生生的理性(逻各斯),而非外在的文书”。`ἔμψυχος`(有生命的、活的)隐喻了“法律”并非死板的文字,而是内化于心的、能动的主动行为准则。
  2. 781aτῆς ἀρετῆς τῷ ἄρχοντι — 语法上较难理解。`τῷ ἄρχοντι` 是中性单数分词的名词化,意为“起支配作用的事物”,整句解释为“通过美德的支配性要素(或通过美德的统治)”。有些抄本建议修改为 `τῷ ἄρχειν`(通过统治),但现行文本将“美德的统治原则”呈现为神圣幸福的源泉。
  3. 781cφοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι — 由 `δεῖ` 引导的带对格的不定式结构,其中 `τὸν ἄρχοντα` 是不定式 `φοβεῖσθαι` 的逻辑主语。`φοβεῖσθαι` 的宾语是带冠词的对格不定式短语 `τὸ ποιῆσαι`(作恶),而比较属格 `τοῦ παθεῖν κακῶς`(受恶)与 `μᾶλλον` 一起表示比较的对象。

引用这一段

普鲁塔克, 致无知的统治者 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg116.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。