Humanitext Reader

普鲁塔克 · 致无知的统治者 §1-2

统治者接受理性与自我克制的必要性

第 1 段,共 3 段 · 希腊语

内容简介

通过柏拉图拒绝为库勒涅人立法以及斯巴达国王塞奥彭普斯的逸事,阐明统治者接受源于哲学的理性的重要性。文中将缺乏教养的统治者比作外表威严、内里空洞的巨像,强调统治者必须首先在自身内部确立统治、端正灵魂,方能协调好属民。

§1Πλάτωνα Κυρηναῖοι παρεκάλουν νόμους τε γραψάμενον αὐτοῖς ἀπολιπεῖν καὶ διακοσμῆσαρ τὴν πολιτείαν, ὁ δὲ παρῃτήσατο φήσας χαλεπὸν εἶναι Κυρηναίοις νομοθετεῖν οὕτως εὐτυχοῦσιν οὐδὲν γὰρ οὕτω γαῦρον καὶ τραχὺ καὶ δύσαρκτον ὡς ἀνὴρ ἔφυ εὐπραγίας δοκούσης ἐπιλαμβανόμενος.
昔日库勒涅人邀请柏拉图为他们起草并留下一套法律,并整顿他们的政体,但他予以拒绝,声称要为如此繁荣富庶的库勒涅人制定法律是困难的。 因为,当人自以为掌握了幸福时,没有什么比他更骄傲、粗暴和难以驾驭的了。
διὸ τοῖς ἄρχουσι χαλεπόν ἐστι σύμβουλον περὶ ἀρχῆς; γενέσθαι τὸν γὰρ λόγον ὥσπερ ἄρχοντα παραδέξασθαι φοβοῦνται, μὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν κολούσῃ τῷ καθήκοντι δουλωσάμενος; .
因此,对于统治者而言,在统治上接受一个顾问是困难的;因为他们害怕接纳理性作为统治者,唯恐它通过强迫他们履行义务,从而削弱了他们权力的利益。
οὐ γὰρ ἴσασι τὰ Θεοπόμπου τοῦ Σπαρτιατῶν βασιλέως, ὃς πρῶτος ἐν Σπάρτῃ τοῖς βασιλεύουσι καταμίξας τοὺς Ἐφόρους, εἶτʼ ὀνειδιζόμενος ὑπὸ τῆς γυναικός, εἰ τοῖς παισὶν ἐλάττονα παραδώσει τὴν ἀρχὴν ἧς παρέλαβε, μείζονα μὲν οὖν εἶπεν ὅσῳ καὶ βεβαιοτέραν τὸ γὰρ σφοδρὸν ἀνεὶς καὶ ἄκρατον αὐτῆς ἅμα τῷ φθόνῳ διέφυγε τὸν κίνδυνον.
因为他们不知道斯巴达国王塞奥彭普斯的事。 他首先在斯巴达将监察官引入君主的统治中,后来他遭到妻子的指责,说他将传给子孙的统治权比他自己继承的要小,他便回答说: “恰恰相反,是更伟大了,” “因为这也更稳固了。 ” 通过放宽其权力中猛烈而纯粹的部分,他连同嫉妒一起避开了危险。
καίτοι Θεόπομπος μὲν εἰς ἑτέρους τὸ τῆς ἀρχῆς ὥσπερ ῥεύματος μεγάλου παροχετευσάμενος, ὅσον ἄλλοις ἔδωκεν, αὑτοῦ περιέ πρινξιπεμ Ἰνεριιδιτιιμ. κοψεν·
然而,塞奥彭普斯将统治权像大水流一样分流给他人,他给别人的有多少,他就从自己的中削减了多少。
ὁ δʼ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πάρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόγος, ὥσπερ εὐεξίας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαῖνον.
而从哲学中被安置在统治者身旁作为其助手和守护者的理性,就像去掉了权力过度强健中的危险部分,而留下了健康的部分。
§2ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἳ νομίζουσι μεγάλους καὶ ἁδροὺς φαίνεσθαι τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι καὶ γὰρ οὗτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὄγκον ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσιν, οὐδʼ ὁτιοῦν τῶν κολοσσικῶν διαφέροντες ἀνδριάντων, οἳ τὴν ἔξωθεν ἡρωικὴν καὶ θεοπρεπῆ μορφὴν ἔχοντες; ἐντός εἰσι γῆς μεστοὶ καὶ λίθου καὶ μολίβδου·
但是,许多没有理性的君主和统治者模仿那些拙劣的雕塑家,后者认为,只要把巨像塑造成迈开大步、伸展肢体、张口结舌的样子,就能显得高大粗壮。 因为这些人也同样认为,通过声音的低沉、眼神的粗暴、性格的古怪以及生活的孤僻,就能模仿领导权的厚重和威严,他们与巨像雕塑毫无差别,这些雕塑在外表上拥有英雄般的、神圣的形态,但内部却充满了泥土、石头和铅;只不过,对于雕塑来说,这些重量维持了其直立、稳定且不倾斜,而没有受过教育的将领和领导者却常常被内在的无知所动摇和倾覆。
πλὴν ὅτι τῶν μὲν ἀνδριάντων ταῦτα τὰ βάρη τὴν ὀρθότητα μόνιμον καὶ ἀκλινῆ διαφυλάττει, οἱ δʼ ἀπαίδευτοι στρατηγοὶ καὶ ἡγεμόνες ὑπὸ τῆς ἐντὸς ἀγνωμοσύνης πολλάκις σαλεύονται καὶ περιτρέπονται βάσει γὰρ οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὑψηλὴν συναπονεύουσι.
因为,他们在没有垂直奠定的地基上建造起高耸的权力,便随之倾斜崩塌。
, δεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός, ἀστραβὴς γενόμενος καὶ ἀδιάστροφος, οὕτως ἀπευθύνει τὰ λοιπὰ τῇ πρὸς αὑτὸν ἐφαρμογῇ καὶ παραθέσει συνεξομοιῶν, παραπλησίως τὸν ἄρχοντα πρῶτον αὑτὸν τὴν ἀρχὴν κτησάμενον ἐν ἑαυτῷ καὶ κατευθύναντα τὴν ψυχὴν καὶ καταστησάμενον τὸ ἦθος οὕτω συναρμόττειν τὸ ὑπήκοον οὔτε γὰρ πίπτοντός ἐστιν ὀρθοῦν οὔτε διδάσκειν ἀγνοοῦντος οὔτε κοσμεῖν ἀκοσμοῦντος ἢ τάττειν ἀτακτοῦντος ἢ ἄρχειν μὴ ἀρχομένου·
正如定规自身应当是端正而不弯曲的,从而通过与其自身的贴合和对比来校正其他事物,使之顺应自身;同样地,统治者必须首先在自身内部获得统治,理顺自己的灵魂,确立自己的品德,然后才能以此协调属民。 因为,跌倒的人不能扶起他人,无知的人不能教导他人,无序的人不能美化他人,混乱的人不能整顿秩序,而不愿接受统治的人也不能实施统治。
ἀλλʼ οἱ πολλοὶ κακῶς φρονοῦντες οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας. ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι.
然而,大多数愚蠢的人认为统治中的首要好事就是不被统治,而波斯国王甚至视所有人为奴隶,除了他自己的妻子,而他本最应当做她(妻子)的主人。

词汇与语法注释

  1. 779dεὐπραγίας δοκούσης ἐπιλαμβανόμενος — εὐπραγίας δοκούσης(自以为拥有的好运)是中动分词 ἐπιλαμβανόμενος(源自 ἐπιλαμβάνομαι,意为“抓住、获取”,支配属格)的属格宾语。该分词在此作时间或条件状语,意为“当他自以为掌握了幸福时”。
  2. 779eμὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν κολούσῃ τῷ καθήκοντι δουλωσάμενος — 由表示担忧的动词 φοβοῦνται 引导的 μή 从句(“唯恐……”)。其主语是主格分词 δουλωσάμενος(指代逻各斯/理性)。τῆς ἐξουσίας(从他们的权力中)是动词 κολούσῃ(削减、剥夺)所支配的夺格性(分离)属格。τῷ καθήκοντι 是手段与格(“通过使其服从于义务”)。
  3. 779fπεριέ πρινξιπεμ Ἰνεριιδιτιιμ. κοψεν — 在手稿传抄过程中,本作拉丁语标题 *Ad principem ineruditum* 的希腊字母转写(πρινξιπεμ Ἰνεριιδιτιιμ.)被错误地插入到了原本的动词 περιέκοψεν(περικόπτω“削减、切断”的过去不定时第三人称单数形式)中间。阅读和翻译时应将其复原并理解为单一动词 περιέκοψεν。
  4. 780bβάσει γὰρ οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὑψηλὴν συναπονεύουσι — πρὸς ὀρθάς 是源自几何学的习惯用语,意为“成直角、垂直地”。分词 ἐποικοδομοῦντες(在其上建造)修饰主句的主语(无教育的统治者),具有因果意味。主动词 συναπονεύουσι 意为“(与那权势)一同倾斜倒塌”。
  5. 780bδεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός... οὕτω συναρμόττειν τὸ ὑπήκοον — 由无人称动词 δεῖ 支配的带不定式结构(A.C.I.)。该不定式结构的逻辑主语是 τὸν ἄρχοντα,主要不定式是 συναρμόττειν(“统治者必须协调……”)。中间插入的比较从句 ὥσπερ ὁ κανὼν αὐτός... 起到比喻作用,说明定规(kanon)因自身端正而校正他物的道理。

引用这一段

普鲁塔克, 致无知的统治者 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg116.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。