- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg116.humanitext-grc2:3-4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
支配者を支配するものは書かれた法ではなく、その内なる理性であり、真の支配者は徳を通じて神の似姿となる。また、真の王は被支配者のために正義をもって恐れを抱くが、僭主たちは被支配者自身を恐れ、不幸な生を送る。
τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ νόμος ὁ πάντων βασιλεὺς; θνατῶν τε καὶ ἀθανάτων· ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος οὐδέ τισι ξύλοις, ἀλλʼ ἔμψυχος ὢν ἐν αὐτῷ λόγος,1 ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθʼ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης ἠθέλησε· τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν. ἀληθέστερον δʼ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν; ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν. "ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;" ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δʼ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δʼ ἀνέμοις τὰ δʼ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, κοσμεῖ δʼ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρʼ αὑτοῦ φίλτρον ἐγκεράννυσιν. ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δʼ ἄρχοντος ἔργον, ἄρχων δʼ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλʼ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ διʼ ἀρετῆς καθιστὰς; καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον. οἷον δʼ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας; ἀνέχῃσι, τουτέστι θεοῦ λόγον ἔχων διάνοιαν, οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος· ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον. οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι2 τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δʼ αὐτῆς καὶ τὸ ἀρχόμενον.
それでは、誰が支配者を支配するのだろうか。それは、すべての死すべきものと不死なるものの王たる法であるとピンダロスは言った。それは外面の書物や板に書かれているのではなく、支配者の内にある生きた理性であり、常にともに住み、見守り、魂を支配から見放されたままに決してしないものである。というのも、ペルシアの王は寝室係の者を一人このために任命しておき、夜明けに入ってきてこう言わせた。 「起きてください、王よ。偉大なるオロマズデスがあなたに心にかけるよう望まれた事柄に心をお配りください」しかし、教育を受け、節度をわきまえた支配者の内には、常にこれを語り、促す者がいるのだ。実際、ポレモンは、愛とは若者の配慮と救済のための、神々への奉仕であると言っていた。 しかし、支配者たちこそが、人間の配慮と救済のために神に奉仕しているのだ、と言う方がより真実であろう。神が人間に与える良き美しいもののうち、あるものを分配し、あるものを守るようにするために。 「高きにあるこの限りなきアイテールと、湿れる腕の中に大地を抱くものが見えるか」一方はふさわしい種子の根源を降らせ、大地はそれを生み出し、それらは雨によって、また風によって、また星や月によって温められて成長し、太陽はすべてを整え、すべてに彼自身の愛の妙薬を注ぎ込む。しかし、神々が恵んでくださるこのような、そしてこれほど大きな贈り物や良きものを、法と正義と支配者なしには享受することも正しく用いることもできない。正義は法の目的であり、法は支配者の仕事であり、支配者はすべてを秩序づける神の似姿である。それはフェイディアスが形作る必要もなく、ポリュクレイトスやミュロンも必要とせず、自ら徳によって神の類似へと自らを高め、最も見るに心地よく、神にふさわしい彫像を作り上げるのである。神が天に自らの極めて美しい似姿として太陽と月を据えたように、神を畏れる支配者もまた、都市の中でそのような模倣と、正しき裁判の光を掲げるのである。すなわち、神の理である思慮を持つのであって、一部の者たちが自らを彫刻したり描いたりするように、笏や雷霆や三叉の矛を持つのではない。彼らは達成不可能なものによって、その愚かさを嫉妬の対象にしているのである。実際、神は雷や雷霆や光線の放射を真似る者たちに怒るが、彼の徳に憧れ、自らを美と人間愛に似せようとする者たちを、喜んで成長させ、自らの周りにある秩序と正義と真実と温厚さを分け与える。これらよりも神聖なものは、火でも光でも、太陽の運行でも、星々の出没でも、あるいは永遠性や不死性でもない。なぜなら、神は命の長さによって幸福なのではなく、徳の支配によって幸福なのであり、これこそが神聖なものだからである。そしてそれの支配を受けることもまた美しい。
Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν παρέδρους, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον· οὐκ ὀρθῶς οὐδʼ ὠφελίμως τὴν ἐφʼ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος. εἰ δὲ δεῖ ταῦτʼ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλʼ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος. οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου ἡ δέ γε παρθένος ἐστὶ καθʼ Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας σύνοικος ὅθεν αἰδοίους προσαγορεύουσι τοὺς βασιλεῖς· μάλιστα, γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις. φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι·3 τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής·, ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες, "ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, θηρὸς ἀκούσαντες κρατερόφρονος,ʼ" οὐχ ὑπὲρ αὑτῶν ἀλλʼ ὑπὲρ τῶν φυλαττομένων. ὁ δʼ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν. καὶ Κάτων ἐν Ἰτύκῃ ʼτοὺς· ἄλλους ἅπαντας ἀπὸ τῆς ἣττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα; τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν. Κλέαρχος δʼ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε. καὶ Ἀριστόδημος ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας· ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθʼ ἡμέρας πάλιν προσετίθει φέρουσα. πῶς οὗτος, οἴεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς; τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους διὸ δυνάμει τὸ δέος συναύξουσι πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.
アナクサルコスは、クレイトスの殺害をひどく嘆いていたアレクサンドロスを慰めようとして、ゼウスにも「正義」と「掟」が補佐役として寄り添っているのだと言った。それは王によって行われるすべてのことが、適法で正しいと思われるようにするためであった。彼は、王の過ちに対する悔恨を、同じようなことへと大胆にさせることで治療しようとしたが、それは正しくもなく、有益でもなかった。しかし、これらをなぞらえるべきであるなら、ゼウスは「正義」を補佐役として従えているのではなく、彼自身が「正義」であり「掟」であり、法の最も古く、最も完全なものである。古の人々はこのように語り、書き、教えている。すなわち「正義」なしにはゼウスでさえも美しく支配することはできない、と。そして彼女は、ヘシオドスによれば処女であり、汚れがなく、慎みと節度と有益さの同居人である。それゆえ彼らは王たちを「つつましい」と呼ぶのである。なぜなら、最も恐れることの少ない者にこそ、最も慎みを持つことがふさわしいからである。そして支配者は、悪を被ることよりも、悪を行うことを恐れねばならない。なぜなら、後者こそが前者の原因であり、これこそが人間愛に満ち、卑しくない、支配者の恐れだからである。すなわち、被支配者たちのために、彼らが知らぬ間に害を受けはしないかと恐れることである。 「強き心を持つ獣の声を聞いて、庭で羊の群れのまわりを不安げに見張る犬たちのように」自分自身のためではなく、守られているものたちのために。エパメイノンダスは、テーバイの人々がある祝祭と酒宴にだらしなく流されているとき、ただ一人武器と城壁を巡回した。他の人々が酔っ払い、眠ることができるように、自らはしらふでいて目覚めているのだと言って。またカトはウティカにおいて、敗北の後、他のすべての者を海へと送り出すよう布告し、船に乗せ、彼らのために航海の安全を祈った後、家に帰って自刃し、支配者は誰のために恐れを抱くべきであり、何を軽蔑すべきであるかを教えた。一方、ポントスの僭主クレアルコスは、蛇のように箱の中に入り込んで眠った。またアルゴスのアリストデモスは、落とし戸のある上の階の部屋で、その戸の上に寝台を置いて愛人とともに眠った。そして彼女の母親が下から梯子を片付け、夜が明けると再びそれを持ってきてかけた。自らの寝室を自分用の牢獄にしてしまったこのような男が、劇場や役所、評議会、そして宴席をどれほど恐ろしく感じていたか、皆さんはどう思われるだろうか。なぜなら、実際に王たちは被支配者のために恐れるが、僭主たちは被支配者を恐れるからである。それゆえ彼らはその権力とともに恐れをも増大させる。より多くの者を支配する者は、より多くの者を恐れるからである。
- 3ἔμψυχος ὢν ἐν αὐτῷ λόγος
外的な書物ではなく、支配者の内にある生きた理性(ロゴス)を意味する。ἔμψυχος(生命を宿した、生きた)は、不活性な書かれた文字に対する、内面化された自発的な行動原理としての「法」を比喩的に表現している。
- 781aτῆς ἀρετῆς τῷ ἄρχοντι
構文的に難解な箇所。τῷ ἄρχοντι は中性単数分詞の実名詞化で「支配するもの」を意味し、全体で「徳の支配的な要素によって(あるいは、徳が支配することによって)」と解釈される。写本によっては τῷ ἄρχειν(支配することによって)と修正する提案もあるが、現行テキストは「徳という支配的原理」を神の幸福の源泉として提示している。
- 781cφοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι
δεῖ に導かれる対格不定詞構文で、τὸν ἄρχοντα が不定詞 φοβεῖσθαι の意味上の主語。さらに φοβεῖσθαι の目的語として対格不定詞句 τὸ ποιῆσαι(悪を行うこと)が置かれ、比較の属格 τοῦ παθεῖν κακῶς(悪を被ること)が μᾶλλον とともに比較の対象を示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 4 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
