§5οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον ἀλλʼ ὁ μὲν ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ οὕτω φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις, ᾗ φησι Πλάτων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος οἷον δʼ ἥλιος ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ διʼ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν διʼ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν ὥσπερ εἰκόνα κατέστησεν, ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων πλάττοντες ἑαυτούς.
因为正如一些哲学家所说,神混合并存在于承受一切的物质中,以及承受无数必然、命运和变化的事务中,这是既不近情理也不合宜的。 相反,正如柏拉图所说,神安置在某处高空,在环绕着始终保持相同状态的本性之上的“神圣台座”上,依照本性巡行,以直道贯彻其目的。 正如天空中的太阳通过镜子向那些能够通过它仰望神的人展现出它极美的倒影一样,神也在城邦中树立了公正裁判的光芒和围绕着他自身的理性的像。 幸福且克己节制的人们通过哲学来摹写这一画像,使自己向着事物中最美好的状态塑造。
ταύτην δʼ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος·
除了源于哲学的理性之外,没有任何东西能产生这种心境,免得我们重蹈亚历山大的覆辙。
ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ διʼ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τἀνδρὸς εἶπεν
εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην·
亚历山大在科林斯见到狄奥根尼,因其天资而喜爱他,并对他的气魄与器量感到惊叹,说道: “如果我不是亚历山大,我愿是狄奥根尼。
ὀλίγου δέων εἰπεῖν, τὴν περὶ αὑτὸν εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις.
” 也就是说,他将自己身边的幸运、显赫与权力视为德行的阻碍与劳神之事而感到沉重,并羡慕那件粗布外套和行囊,因为狄奥根尼凭借这些是无敌且不可战胜的,而不像他自己那样需要依靠武器、马匹和长枪。
ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον.
因此,通过践行哲学,在心境上成为狄奥根尼而在境遇上保留亚历山大是完全可能的,而且正因为他是亚历山大,就更应该成为狄奥根尼。 因为对于伴随着狂风和颠簸的伟大境遇,需要大量的压舱物和伟大的舵手。
§6ἐν μὲν γὰρ τοῖς ἀσθενέσι καὶ ταπεινοῖς καὶ ἰδιώταις τῷ ἀδυνάτῳ μιγνύμενον τὸ ἀνόητον εἰς τὸ ἀναμάρτητον τελευτᾷ, ὥσπερ ἐν ὀνείρασι φαύλοις τις ἀνι τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι ταῖς ἐπιθυμίαις μὴ δυναμένην ἡ δʼ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς πάθεσι προστίθησι καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν·
因为在弱者、卑微者和普通公民中,愚蠢与无能混合在一起,最终归于无害,就像在恶梦中,某人折磨着自己,使他的灵魂陷入混乱,却无法与欲望一同站起。 但是,当权力接纳了邪恶,便给情念注入了筋骨(力量)。
ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ.
狄奥尼修斯所说的是真理:他说,当他能迅速做自己想做的事时,他最能享受他的统治。
μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον· "
αὐτίκʼ ἔπειτά γε μῦθος ἔην, τετέλεστο δὲ ἔργον.
因此,当一个有能力做自己想做之事的人,渴望着不该渴望的事时,危险是巨大的: “话音未落,事情便已办妥。
"
ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν πάθος ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν.
” 邪恶通过权力获得迅疾的奔行,将每种情念推向极致,使愤怒变成谋杀,爱变成通奸,贪婪变成没收财产。
"
αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην,ʼ
"
καὶ ἀπόλωλεν ὁ προσκρούσας· ὑπόνοια, καὶ τέθνηκεν ὁ διαβληθείς.
“话音刚落的同时,” 触犯者便已毁灭;疑心方起,被诽谤者便已丧命。
ἀλλʼ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆς βροντῆς ὑστέραν μὲν ἐκπίπτειν ὡς αἷμα τραύματος, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένης τῆς ἀκοῆς τῷ δὲ φωτὶ τῆς ὄψεως ἀπαντώσης· οὕτως ἐν ταῖς ἀρχαῖς φθάνουσιν αἱ κολάσεις τὰς κατηγορίας καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων.
但是,正如自然哲学家们所说,闪电虽然像伤口流血一样在雷鸣之后喷发,却先显现出来,因为听觉接收声音,而视觉则迎向光芒;同样,在权位之中,惩罚赶在了控诉之前,判决在证据之前便已下达。
"
εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει,
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ,
"
ἂν μὴ βάρος ἔχων 5 λογισμὸς ἐπιθλίβῃ καὶ πιέζῃ τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντος, ὃς ὅταν·
“因为怒气已经屈服,无法再支撑,如同在海浪颠簸中沙地上的锚爪,” 除非拥有分量的理性压制并约束权力。
ὕψωμα λάβῃ μέγιστον, ἐξαρθεὶς ἐν τοῖς βορείοις, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰς ἀσφαλὲς καθιστάμενος.
统治者应当模仿太阳,太阳当升至最高点、处于北方高空时,移动最少,通过更缓慢的运行使旅程安全。
§7οὐδὲ γὰρ λαθεῖν οἷόν τε τὰς κακίας ἐν ταῖς ἐξουσίαις·
因为在权位之中,邪恶是无法隐藏的。
ἀλλὰ τοὺς μὲν ἐπιληπτικούς, ἂν ἐν ὕψει τινὶ γένωνται καὶ περιενεχθῶσιν, ἴλιγγος ἴσχει καὶ σάλος, ἐξελέγχων τὸ πάθος αὐτῶν, τοὺς δʼ ἀπαιδεύτους καὶ ἀμαθεῖς ἡ τύχη μικρὸν ἐκκουφίσασα πλούτοις τισὶν ἢ δόξαις ἢ ἀρχαῖς μετεώρους γενομένους εὐθὺς,ἑπιδείκνυσι πίπτοντας·
就像癫痫患者如果身处高处并旋转,就会感到头晕和摇晃,从而暴露他们的病症一样;那些没有教养和无知的人,命运通过一些财富、名声或官职将他们稍微抬高,使他们悬在空中,随即就显露出他们的坠落。
μᾶλλον δʼ. ʼ, ὥσπερ τῶν κενῶν ἀγγείων οὐκ ἂν διαγνοίης τὸ ἀκέραιον καὶ πεπονηκός, ἀλλʼ ὅταν ἐγχέῃς, φαίνεται τὸ ῥέον οὕτως;
或者说,正如对于空器皿,你无法辨别它是完好无损还是有了裂痕,但当你往里倾倒时,渗漏便显现出来;同样,腐坏的灵魂无法承载权力,便在欲望、愤怒、自大和恶趣味中向外宣泄。
αἱ σαθραὶ ψυχαὶ τὰς ἐξουσίας μὴ στέγουσαι ῥέουσιν ἔξω ταῖς ἐπιθυμίαις, ταῖς ὀργαῖς, ταῖς ἀλαζονείαις, ταῖς ἀπειροκαλίαις καίτοι τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὰ σμικρότατα τῶν ἐλλειμμάτων περὶ τοὺς ἐπιφανεῖς καὶ ἐνδόξους συκοφαντεῖται; Κίμωνος ἦν ὁ οἶνος διαβολή, Σκιπίωνος ὁ ὕπνος, Λεύκολλος ἐπὶ τῷ δειπνεῖν πολυτελέστερον ἤκουε κακῶς.
然而,又何必说这些呢? 因为在显赫和著名的人身上,即使是最微小的缺陷也会遭到中伤。 基蒙的饮酒是其非难之源,西庇阿的睡眠亦然,卢库鲁斯则因饮食过于奢侈而饱受恶评。