Humanitext Reader

プルタルコス · 教養のない権力者に一言 §3-4

支配者を導く内なる理性と王と僭主の違い

2 / 3 箇所 · ギリシア語

要旨

支配者を支配するものは書かれた法ではなく、その内なる理性であり、真の支配者は徳を通じて神の似姿となる。また、真の王は被支配者のために正義をもって恐れを抱くが、僭主たちは被支配者自身を恐れ、不幸な生を送る。

§3τίς οὖν ἄρξει τοῦ ἄρχοντος;
それでは、誰が支配者を支配するのだろうか。
ὁ νόμος ὁ πάντων βασιλεὺς; θνατῶν τε καὶ ἀθανάτων·
それは、すべての死すべきものと不死なるものの王たる法であるとピンダロスは言った。
ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος οὐδέ τισι ξύλοις, ἀλλʼ ἔμψυχος ὢν ἐν αὐτῷ λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας.
それは外面の書物や板に書かれているのではなく、支配者の内にある生きた理性であり、常にともに住み、見守り、魂を支配から見放されたままに決してしないものである。
ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθʼ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης ἠθέλησε· τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν.
というのも、ペルシアの王は寝室係の者を一人このために任命しておき、夜明けに入ってきてこう言わせた。 「起きてください、王よ。 偉大なるオロマズデスがあなたに心にかけるよう望まれた事柄に心をお配りください」しかし、教育を受け、節度をわきまえた支配者の内には、常にこれを語り、促す者がいるのだ。 実際、ポレモンは、愛とは若者の配慮と救済のための、神々への奉仕であると言っていた。
ἀληθέστερον δʼ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν;
しかし、支配者たちこそが、人間の配慮と救済のために神に奉仕しているのだ、と言う方がより真実であろう。
ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν.
神が人間に与える良き美しいもののうち、あるものを分配し、あるものを守るようにするために。
" ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις; " ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δʼ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δʼ ἀνέμοις τὰ δʼ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, κοσμεῖ δʼ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρʼ αὑτοῦ φίλτρον ἐγκεράννυσιν.
「高きにあるこの限りなきアイテールと、湿れる腕の中に大地を抱くものが見えるか」一方はふさわしい種子の根源を降らせ、大地はそれを生み出し、それらは雨によって、また風によって、また星や月によって温められて成長し、太陽はすべてを整え、すべてに彼自身の愛の妙薬を注ぎ込む。
ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος.
しかし、神々が恵んでくださるこのような、そしてこれほど大きな贈り物や良きものを、法と正義と支配者なしには享受することも正しく用いることもできない。
δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δʼ ἄρχοντος ἔργον, ἄρχων δʼ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλʼ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ διʼ ἀρετῆς καθιστὰς; καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον.
正義は法の目的であり、法は支配者の仕事であり、支配者はすべてを秩序づける神の似姿である。 それはフェイディアスが形作る必要もなく、ポリュクレイトスやミュロンも必要とせず、自ら徳によって神の類似へと自らを高め、最も見るに心地よく、神にふさわしい彫像を作り上げるのである。
οἷον δʼ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας;
神が天に自らの極めて美しい似姿として太陽と月を据えたように、神を畏れる支配者もまた、都市の中でそのような模倣と、正しき裁判の光を掲げるのである。
ἀνέχῃσι, τουτέστι θεοῦ λόγον ἔχων διάνοιαν, οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος·
すなわち、神の理である思慮を持つのであって、一部の者たちが自らを彫刻したり描いたりするように、笏や雷霆や三叉の矛を持つのではない。 彼らは達成不可能なものによって、その愚かさを嫉妬の対象にしているのである。 実際、神は雷や雷霆や光線の放射を真似る者たちに怒るが、彼の徳に憧れ、自らを美と人間愛に似せようとする者たちを、喜んで成長させ、自らの周りにある秩序と正義と真実と温厚さを分け与える。
ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον.
これらよりも神聖なものは、火でも光でも、太陽の運行でも、星々の出没でも、あるいは永遠性や不死性でもない。
οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δʼ αὐτῆς καὶ τὸ ἀρχόμενον.
なぜなら、神は命の長さによって幸福なのではなく、徳の支配によって幸福なのであり、これこそが神聖なものだからである。 そしてそれの支配を受けることもまた美しい。
§4Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν παρέδρους, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον·
アナクサルコスは、クレイトスの殺害をひどく嘆いていたアレクサンドロスを慰めようとして、ゼウスにも『正義』と『掟』が補佐役として寄り添っているのだと言った。 それは王によって行われるすべてのことが、適法で正しいと思われるようにするためであった。
οὐκ ὀρθῶς οὐδʼ ὠφελίμως τὴν ἐφʼ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος.
彼は、王の過ちに対する悔恨を、同じようなことへと大胆にさせることで治療しようとしたが、それは正しくもなく、有益でもなかった。
εἰ δὲ δεῖ ταῦτʼ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλʼ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος.
しかし、これらをなぞらえるべきであるなら、ゼウスは『正義』を補佐役として従えているのではなく、彼自身が『正義』であり『掟』であり、法の最も古く、最も完全なものである。
οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου ἡ δέ γε παρθένος ἐστὶ καθʼ Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας σύνοικος ὅθεν αἰδοίους προσαγορεύουσι τοὺς βασιλεῖς·
古の人々はこのように語り、書き、教えている。 すなわち『正義』なしにはゼウスでさえも美しく支配することはできない、と。 そして彼女は、ヘシオドスによれば処女であり、汚れがなく、慎みと節度と有益さの同居人である。 それゆえ彼らは王たちを『つつましい』と呼ぶのである。
μάλιστα, γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις.
なぜなら、最も恐れることの少ない者にこそ、最も慎みを持つことがふさわしいからである。
φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι·
そして支配者は、悪を被ることよりも、悪を行うことを恐れねばならない。
τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής·
なぜなら、後者こそが前者の原因であり、これこそが人間愛に満ち、卑しくない、支配者の恐れだからである。
, ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες, " ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, θηρὸς ἀκούσαντες κρατερόφρονος,ʼ " οὐχ ὑπὲρ αὑτῶν ἀλλʼ ὑπὲρ τῶν φυλαττομένων.
すなわち、被支配者たちのために、彼らが知らぬ間に害を受けはしないかと恐れることである。 「強き心を持つ獣の声を聞いて、庭で羊の群れのまわりを不安げに見張る犬たちのように」自分自身のためではなく、守られているものたちのために。
ὁ δʼ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν.
エパメイノンダスは、テーバイの人々がある祝祭と酒宴にだらしなく流されているとき、ただ一人武器と城壁を巡回した。 他の人々が酔っ払い、眠ることができるように、自らはしらふでいて目覚めているのだと言って。
καὶ Κάτων ἐν Ἰτύκῃ ʼτοὺς· ἄλλους ἅπαντας ἀπὸ τῆς ἣττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα; τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν.
またカトはウティカにおいて、敗北の後、他のすべての者を海へと送り出すよう布告し、船に乗せ、彼らのために航海の安全を祈った後、家に帰って自刃し、支配者は誰のために恐れを抱くべきであり、何を軽蔑すべきであるかを教えた。
Κλέαρχος δʼ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε.
一方、ポントスの僭主クレアルコスは、蛇のように箱の中に入り込んで眠った。
καὶ Ἀριστόδημος ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας·
またアルゴスのリストデモスは、落とし戸のある上の階の部屋で、その戸の上に寝台を置いて愛人とともに眠った。
ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθʼ ἡμέρας πάλιν προσετίθει φέρουσα.
そして彼女の母親が下から梯子を片付け、夜が明けると再びそれを持ってきてかけた。
πῶς οὗτος, οἴεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς;
自らの寝室を自分用の牢獄にしてしまったこのような男が、劇場や役所、評議会、そして宴席をどれほど恐ろしく感じていたか、皆さんはどう思われるだろうか。
τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους διὸ δυνάμει τὸ δέος συναύξουσι πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.
なぜなら、実際に王たちは被支配者のために恐れるが、僭主たちは被支配者を恐れるからである。 それゆえ彼らはその権力とともに恐れをも増大させる。 より多くの者を支配する者は、より多くの者を恐れるからである。

語釈・文法注

  1. 780cἔμψυχος ὢν ἐν αὐτῷ λόγος — 外的な書物ではなく、支配者の内にある生きた理性(ロゴス)を意味する。`ἔμψυχος`(生命を宿した、生きた)は、不活性な書かれた文字に対する、内面化された自発的な行動原理としての「法」を比喩的に表現している。
  2. 781aτῆς ἀρετῆς τῷ ἄρχοντι — 構文的に難解な箇所。`τῷ ἄρχοντι` は中性単数分詞の実名詞化で「支配するもの」を意味し、全体で「徳の支配的な要素によって(あるいは、徳が支配することによって)」と解釈される。写本によっては `τῷ ἄρχειν`(支配することによって)と修正する提案もあるが、現行テキストは「徳という支配的原理」を神の幸福の源泉として提示している。
  3. 781cφοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι — `δεῖ` に導かれる対格不定詞構文で、`τὸν ἄρχοντα` が不定詞 `φοβεῖσθαι` の意味上の主語。さらに `φοβεῖσθαι` の目的語として対格不定詞句 `τὸ ποιῆσαι`(悪を行うこと)が置かれ、比較の属格 `τοῦ παθεῖν κακῶς`(悪を被ること)が `μᾶλλον` とともに比較の対象を示している。

この箇所を引用する

プルタルコス, 教養のない権力者に一言 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg116.humanitext-grc2:3-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。