Humanitext Reader

普鲁塔克 · 哲学家应尤与当权者交往 §2

两种理性与友谊以及同权贵的交往

第 2 段,共 3 段 · 希腊语

内容简介

作者通过论证内在理性与口头理性均以“友谊”为终极目的,阐明了哲学家与政治家、权贵交往的合理性,并指出了智者对待名声与权力的正确态度。

§2Τὸ δὲ λέγειν ὅτι δύο λόγοι εἰσίν, ὁ μὲν ἐνδιάθετος ἡγεμόνος Ἑρμοῦ δῶρον ὁ δʼ ἐν προφορᾷ διάκτορος καὶ ὀργανικός, ἕωλόν ἐστι καὶ ὑποπιπτέτω τῷ " τουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι.
如果说存在两种理性,一种是内在的,是主导者赫尔墨斯的礼物,另一种是口头表达的,是传达和工具性的,这已经陈腐不堪,应当归入那句俗话: “这事在泰奥格尼斯出生前我早就知道了。
" ἐκεῖνο δʼ οὐκ ἂν ἐνοχλήσειεν, ὅτι καὶ τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ φιλία τέλος ἐστί, τοῦ μὲν πρὸς ἑαυτὸν τοῦ δὲ πρὸς ἕτερον.
” 但如果指出这一点,却不会让人厌烦:即无论是内在的理性还是口头表达的理性,其终极目的都是友谊(亲爱)——前者是对自己,后者是对他人。
ὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῷ καὶ ἄμεμπτον ὑφʼ ἑαυτοῦ καὶ μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον " οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν " οὐ πάθος; λόγῳ δυσπειθὲς οὐχ ὁρμῆς μάχη πρὸς ὁρμὴν οὐ λογισμοῦ πρὸς λογισμὸν ἀντίβασις οὐχ ὥσπερ ἐν μεθορίῳ τοῦ ἐπιθυμοῦντος καὶ τοῦ μετανοοῦντος τὸ τραχὺ καὶ ταραχῶδες καὶ τὸ ἡδόμενον, ἀλλʼ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν ἀγαθῶν καὶ ἑαυτῷ χαίρειν ἕκαστον.
因为通过哲学而归结于美德的理性,总是能使人与自身和谐一致、不自相指责,并且充满和平以及对自己的亲切感, “肢体之间既无内讧,亦无毁灭性的争斗”,没有不服从理性的激情,没有冲动与冲动的争战,没有理智与理智的抵触,也不像在欲望者和后悔者的交界处那样充满粗暴、混乱和虚假的享乐,而是万物皆温和友善,使每个人获得最大的善,并自我欣喜。
τοῦ δὲ προφορικοῦ τὴν Μοῦσαν ὁ Πίνδαρος οὐ φιλοκερδῆ φησὶν οὐδʼ ἐργάτιν εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλʼ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι.
而对于口头表达理性的缪斯,品达说她以前不贪图钱财,也不做雇工,我认为现在也是如此;但由于缺乏教养和低级趣味,公共的赫尔墨斯变成了商人和雇佣工。
οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου θυγατράσιν ἐμήνιεν ὅτι " πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων, " ἡ δʼ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπʼ ἀργυρίῳ λυμαινομένοις τὸν λόγον.
因为,阿芙罗狄忒对普罗波伊托斯的女儿们发怒,是因为 “她们最先企图向青年人散布可憎的行径”,而乌拉尼亚、卡利奥佩和克莱奥绝不会因那些为了银钱而糟蹋言论的人而感到高兴。
ἀλλʼ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι, καὶ γὰρ τὸ ἔνδοξον, ὅ τινες τοῦ λόγου ποιοῦνται τέλος, ὡς ἀρχὴ καὶ σπέρμα φιλίας ἠγαπήθη·
但在我看来,缪斯的工作和礼物比阿芙罗狄忒的更具有促进友谊的性质。
μᾶλλον δʼ ὅλως οἵ γε πολλοὶ κατʼ εὔνοιαν τὴν δόξαν τίθενται, νομίζοντες ἡμᾶς μὴ μόνον ἐπαινεῖν οὓς φιλοῦμεν.
因为即使是被某些人视为言论终极目的的“名声”,也被珍视为友谊的开端和种子;或者说,大众通常将名声归因于好意,认为我们不单单只赞美我们所爱的人。
ἀλλʼ οὗτοι μέν, ὡς ὁ Ἰξίων διώκων τὴν Ἥραν ὤλισθεν εἰς τὴν νεφέλην, οὕτως ἀντὶ τῆς φιλίας εἴδωλον ἀπατηλὸν καὶ πανηγυρικὸν καὶ περιφερόμενον ὑπολαμβάνουσιν.
但这些人,就像追求赫拉而滑落入云雾之中的伊克西翁一样,得到的只是一个虚假、张扬、随风飘散的幻影,而非真正的友谊。
ὁ δὲ νοῦν ἔχων, ἂν ἐν πολιτείαις καὶ πράξεσιν ἀναστρέφηται, δεήσεται δόξης τοσαύτης, ὅση δύναμιν περὶ τὰς πράξεις ἐκ τοῦ πιστεύεσθαι δίδωσιν οὔτε γὰρ ἡδὺ μὴ βουλομένους οὔτε ῥᾴδιον ὠφελεῖν, βούλεσθαι δὲ ποιεῖ τὸ πιστεύειν ὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς μὴ βλεπομένοις, οὕτως;
而一个有智慧的人,如果置身于政治和实践中,他所需要的名声,仅仅是那些能因被信任而赋予其行动力量的名声;因为违背人们意愿去施益既不愉快也不容易,而被信任能使他们产生意愿。
ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις.
正如光芒对于看者来说,比对于被看者是更大的善,名声对于感知者来说,也比对于不被忽视的人是更大的善。
ὁ δʼ ἀπηλλαγμένος τοῦ τὰ κοινὰ πράττειν καὶ συνὼν ἑαυτῷ, καὶ τἀγαθὸν ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τιθέμενος τὴν μὲν ἐν ὄχλοις καὶ θεάτροις πάνδημον καὶ ἀναπεπταμένην δόξαν οὕτως ὡς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος ἄπωθεν ἁγνὸς ὢν ἀσπάζεται, τῆς δὲ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδʼ αὐτὸς καταφρονεῖ πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντʼ ἤθει οὐδὲ γὰρ τοὺς καλοὺς τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς·
而那些摆脱了公共事务、与自己相处、将善寄托于安静和无事之中的人,对于在人群和剧场中那种世俗的且张扬的名声,就像希波吕托斯对待阿芙罗狄忒那样, “自身保持纯洁,远远地致意”,但对于那些体面和卓越之人的名声,他自己也不会予以蔑视。 他并不在友谊中追求财富、统治性的名声和权力,但当这些东西存在于一个品行温和的人身上时,他也不会逃避它们。
οὐδʼ οἷς ὥρα καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον οὐδʼ ἀποσοβεῖ καὶ ἀπελαύνει τῶν ἀξίων ἐπιμελείας τὸ κάλλος.
因为他并不追求年轻人的美貌和韶华,而是追求那些温顺、得体、好学的人;伴随某些人的韶华、魅力和花朵并不会吓退哲学家,美貌也不会从那些值得关怀的人身边将他驱离。
οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, οὐκ ἀφέξεται τοῦ φιλεῖν καὶ ἀγαπᾶν οὐδὲ φοβήσεται τὸ αὐλικὸς ἀκοῦσαι καὶ θεραπευτικός· " οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν νοσοῦσʼ ὁμοίως τοῖς ἄγαν θηρωμένοις· " καὶ οἱ πρὸς ἔνδοξον οὕτως καὶ ἡγεμονικὴν φιλίαν ἔχοντες.
因此,当这种统治性的尊严和权力存在于一个温和且高雅的人身上时,他不会抑制自己去爱戴和器重他,也不会害怕听到别人称他为逢迎者或谄媚者: “因为人类中过分逃避塞浦路斯(阿芙罗狄忒)的人,与那些过分追逐她的人一样病得不轻”,而那些对待显赫和统治性友谊持有相同态度的人也是如此。
· ὁ μὲν οὖν ἀπράγμων φιλόσοφος οὐ φεύξεται τοὺς τοιούτους, ὁ δὲ πολιτικὸς καὶ περιέξεται αὐτῶν, ἄκουσιν οὐκ ἐνοχλῶν οὐδʼ ἐπισταθμεύων τὰ ὦτα διαλέξεσιν ἀκαίροις καὶ σοφιστικαῖς, βουλομένοις δὲ χαίρων καὶ διαλεγόμενος καὶ σχολάζων καὶ συνὼν προθύμως.
因此,无事的哲学家不会逃避这样的人,而政治性的哲学家更会珍惜他们,不违背人们的意愿去打扰,也不用不合时宜和诡辩式的讨论去占满他们的耳朵,而是乐意与愿意的人交谈、共度闲暇、积极交往。

词汇与语法注释

  1. 777cτουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι — “泰奥格尼斯出生之前我就知道这事”是古代的一个惯用俗语,用于指代极为自明、人尽皆知的常识。此处作为修辞引用,表明区分内在理性和口头表达理性是哲学家最基本的常识,无需赘述。
  2. 777cὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν — 该分词短语修饰主句动词 παρέχεται(使……成为)所省略的主语(即理性/言论 logos)。这里是动词 τελευτάω(归结、达到)的现在分词主格形式,构成了“通过哲学而归结于美德的[理性]”这一主语结构。
  3. 777fὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς μὴ βλεπομένοις, οὕτως ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις — 包含双重对比结构的难句。它将主动与被动进行了对置:即“看见的人”(τοῖς βλέπουσιν)与“不被看见/隐秘的事物”(τοῖς μὴ βλεπομένοις)相对比,“感知的人”(τοῖς αἰσθανομένοις)与“不被忽视/被关注的人”(τοῖς μὴ παρορωμένοις)相对比。其比例关系在于:正如光对于看的主体比对于被看的对象更有益,名声对于感知它的主体(企图施益的哲学家)也比对于仅仅被关注的对象更有用。
  4. 778aοὐδʼ οἷς ὥρα καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον — 主语是 ὥρα καὶ χάρις...(韶华、魅力与花朵),由关系代词与格 οἷς(伴随着他们的人)修饰。动词 δεδίττεται 在此处作及物动词使用(使惊恐、吓退),以宾格 τὸν φιλόσοφον(哲学家)为直接宾语。整句结构为:“伴随着某些人的魅力与华美,并不会吓退哲学家”。

引用这一段

普鲁塔克, 哲学家应尤与当权者交往 §2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg115.humanitext-grc2:2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。