Humanitext Reader

普鲁塔克 · 哲学家应尤与当权者交往 §1

哲学家结交掌权者的益处与社会责任

第 1 段,共 3 段 · 希腊语

内容简介

讨论了哲学家与有权势的统治者交往的益处,指出哲学的真正目的在于向整个社会广泛传播美德与善益,而非局限于个人的平静,并用历史实例、神话和自然比喻加以说明。

§1Σωρκανὸν ἐγκολπίσασθαι καὶ φιλίαν τιμᾶν καὶ μετιέναι καὶ προσδέχεσθαι καὶ γεωργεῖν, πολλοῖς μὲν ἰδίᾳ πολλοῖς δὲ καὶ δημοσίᾳ χρήσιμον καὶ ἔγκαρπον γενησομένην, φιλοκάλων ἐστὶ καὶ πολιτικῶν καὶ φιλανθρώπων οὐχ ὡς ἔνιοι νομίζουσι φιλοδόξων·
怀抱苏格拉底的教诲并尊重友谊,去追求、接纳并培养它——这注定会对许多人私下里以及许多人公开地产生益处和成果——这是热爱美好事物之人、政治家和热爱人类之人的特征,而不是像某些人所认为的那样,是爱慕虚荣之人的特征。
ʼ ἀλλὰ καὶ τοὐναντίον, φιλόδοξός ἐστι καὶ ψοφοδεὴς; ὁ φεύγων καὶ φοβούμενος ἀκοῦσαι λιπαρὴς τῶν ἐν ἐξουσίᾳ καὶ θεραπευτικός.
相反,那些逃避并害怕听到自己被说成是贴附和奉承掌权者的人,才是真正爱慕虚荣和胆小怕事的人。
ἐπεὶ τί φησιν ἀνὴρ θεραπευτικὸς καὶ φιλοσοφίας δεόμενος;
因为一个奉承他人且需要哲学的人会说什么呢?
Σίμων οὖν γένωμαι ὁ σκυτοτόμος ἢ Διονύσιος ὁ γραμματιστὴς ἐκ Περικλέους ἢ Κάτωνος, ἵνα μοι προσδιαλέγηται καὶ προσκαθίζῃ ὡς Σωκράτης ἐκεί ξιιμ πρινξιπιβπς ἰρις νοις;
‘难道我应该成为鞋匠西蒙或教师狄奥尼修斯,而不是伯里克利或加图,以便苏格拉底能像与那些[统治]者在一起那样,与我交谈并并肩而坐吗?
καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διαλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων ὤφελεν εἶπε καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν·
’ 而基奥斯的阿里斯顿因与所有愿意的人交谈而受到诡辩家们的恶评,他曾说:‘但愿野兽也能理解引导它们走向美德的言语。
ἡμεῖς δὲ φευξούμεθα τοῖς δυνατοῖς καὶ ἡγεμονικοῖς ὥσπερ ἀγρίοις καὶ ἀνημέροις γίγνεσθαι συνήθεις;
’ 而我们难道要逃避与有权势和领导地位的人亲近,把他们当作野蛮和未被驯服的野兽吗?
οὐκ ἀνδριαντοποιός ἐστιν ὁ τῆς φιλοσοφίας λόγος, ὥστʼ ἐλινύοντα ποιεῖν ἀγάλματα ἐπʼ αὐτᾶς βαθμίδος ἑσταότα κατὰ Πίνδαρον ἀλλʼ ἐνεργὰ βούλεται ποιεῖν ὧν ἂν ἅψηται καὶ πρακτικὰ καὶ ἔμψυχα καὶ· κινητικὰς ὁρμὰς ἐντίθησι καὶ κρίσεις ἀγωγοὺς ἐπὶ τὰ ὠφέλιμα καὶ, προαιρέσεις φιλοκάλους καὶ φρόνημα καὶ μέγεθος μετὰ πραότητος καὶ ἀσφαλείας, διʼ ὧν τοῖς ὑπερέχουσι καὶ· δυνατοῖς ὁμιλοῦσιν οἱ πολιτικοὶ προθυμότερον.
哲学的言说并不是雕塑家,不像品达所说的那样,只制作闲置在基座上的雕像;而是希望使它所触及的一切都变得活跃、实践和充满生命;它注入活动的冲动、引导向有益事物的判断、热爱美好的选择,以及伴随温和与安全的志向和伟大,政治家们正是通过这些更积极地与杰出和有权势的人交往。
καὶ γάρ, ἂν ἰατρὸς ᾖ φιλόκαλος, ἣδιον ὀφθαλμὸν ἰάσεται τὸν ὑπὲρ πολλῶν βλέποντα καὶ πολλοὺς φυλάσσοντα καὶ φιλόσοφος ψυχῆς ἐπιμελήσεται προθυμότερον, ἣν ὑπὲρ πολλῶν φροντίζουσαν ὁρᾷ καὶ πολλοῖς φρονεῖν καὶ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὀφείλουσαν.
因为,如果医生是一个热爱美好事物的人,他会更乐意去医治一只为许多人看望并守护许多人的眼睛;而哲学家也会更积极地照料一个他看到其正在为许多人操劳、且有责任为许多人保持智慧、节制和行公义的灵魂。
καὶ γὰρ εἰ δεινὸς ἦν περὶ ζήτησιν ὑδάτων καὶ συναγωγήν, ὥσπερ ἱστοροῦσι τὸν Ἡρακλέα καὶ πολλοὺς τῶν πάλαι, οὐκ ἂν ἔχαιρε φρεωρυχῶν ἐν ἐσχατιᾷ παρὰ Κόρακος πέτρῃ τὴν συβωτικὴν ἐκείνην Ἀρέθουσαν, ἀλλὰ ποταμοῦ τινος πηιλοσοπηο ἐσσε δισσερενδπμ. ἀενάους πηγὰς ἀνακαλύπτων πόλει τε καὶ στρατοπέδοις καὶ φυτείαις βασιλέων καὶ ἄλσεσιν.
因为,如果他擅长寻找和收集水源,就像人们传说中的赫拉克勒斯和许多古人那样,他不会满足于在偏僻角落的‘乌鸦岩’旁挖井,去寻找那口猪倌的阿雷图萨泉,而是会因为发现某条河流——哲学家必须进行讨论——的源源不断的泉水,为城市、军队、国王的果树林 and 神圣林木带来喜悦。
ἀκούομεν δὴ Ὁμήρου τὸν Μίνω θεοῦ μεγάλου ὀαριστὴν ἀποκαλοῦντος· τοῦτο δʼ ἐστίν, ὥς φησιν ὁ Πλάτων, ὁμιλητὴν καὶ μαθητήν·
我们确实听到荷马将米诺斯称为‘伟大神明的谈话伴侣’;正如柏拉图所说,这就是‘交往者和弟子’。
οὐδὲ γὰρ ἰδιώτας οὐδʼ οἰκουροὺς οὐδʼ ἀπράκτους ἠξίουν εἶναι θεῶν μαθητάς, ἀλλὰ βασιλεῖς, οἷς εὐβουλίας ἐγγενομένης καὶ δικαιοσύνης καὶ χρηστότητος καὶ μεγαλοφροσύνης, πάντες ἔμελλον ὠφεληθήσεσθαι καὶ ἀπολαύσειν οἱ χρώμενοι, τὸ ἠρύγγιον λέγουσι μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, αὐτήν τε πρώτην ἐκείνην καὶ τὸ λοιπὸν αἰπόλιον ἵστασθαι, μέχρι ἂν ὁ αἰπόλος ἐξέλῃ προσελθών·
因为神明并不认为普通私人、守家者或无所事事者配做他们的弟子,而是认为君王才配,当他们被赋予了明智、公正、善良和高尚的气度时,所有与他们交往的人都将从中受益并享受到好处。
τοιαύτην ἔχουσιν αἱ ἀπορροιαὶ τῆς δυνάμεως ὀξύτητα, πυρὸς δίκην ἐπινεμομένην τὰ γειτνιῶντα καὶ κατασκιδναμένην.
他们说,只要一只山羊把刺芹吞入嘴里,首先是它自己,接着整个羊群都会停下,直到牧羊人走近并把它取出来;权力的流溢也具有如此迅速的特征,像火一样蔓延至邻近的事物并散播开来。
καὶ μὴν ὁ τοῦ φιλοσόφου λόγος, ἐὰν μὲν ἰδιώτην ἕνα λάβῃ, χαίροντα ἀπραγμοσύνῃ καὶ περιγράφοντα ἑαυτὸν ὡς κέντρῳ καὶ διαστήματι γεωμετρικῷ ταῖς περὶ τὸ σῶμα χρείαις, οὐ διαδίδωσιν εἰς ἑτέρους, ἀλλʼ ἐν ἑνὶ ποιήσας ἐκείνῳ γαλήνην καὶ ἡσυχίαν ἀπεμαράνθη καὶ συνεξέλιπεν.
确实,哲学家的言说如果接纳了一个私人,而此人安于无所事事,并以几何学的中心和半径将自己局限于肉体的需要中,这种言说就无法传播给他人,而是在使那个人获得平静和安宁后,逐渐熄灭并与之共同消逝。
ἂν δʼ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκαγαθίας, πολλοὺς διʼ ἑνὸς ὠφέλησεν, ὡς Ἀναξαγόρας Περικλεῖ συγγενόμενος καὶ Πλάτων Δίωνι καὶ Πυθαγόρας τοῖς πρωτεύουσιν Ἰταλιωτῶν.
然而,如果它触及一个统治者、政治家或务实的人,并使此人充满美德,那么它就会通过一个人使许多人受益,就像阿那克萨哥拉与伯里克利交往、柏拉图与迪翁交往、毕达哥拉斯与意大利的显贵交往那样。
Κάτων δʼ αὐτὸς ἔπλευσεν ἀπὸ στρατιᾶς ἐπʼ Ἀθηνόδωρον καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτʼ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν " ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ὑφορώμενον " ὥς φησι Ποσειδώνιος.
加图本人从军队乘船前往阿特诺多罗斯处,斯基皮奥在元老院派遣他去‘察看人类的强暴与法治’时,正如波希多尼奥斯所说,特意召见帕奈提奥斯。
τί οὖν ἔδει λέγειν τὸν Παναίτιον;
那么,帕奈提奥斯应该说什么呢?
εἰ μὲν ἦς ἢ Βάτων ἢ Πολυδεύκης ἤ τις ἄλλος ἰδιώτης, τὰ μέσα τῶν πόλεων ἀποδιδράσκειν βουλόμενος, ἐν γωνίᾳ τινὶ καθʼ ἡσυχίαν ἀναλύων συλλογισμοὺς καὶ περιέλκων φιλοσόφων, ἄσμενος ἄν σε προσεδεξάμην καὶ συνῆν·
‘如果你是巴通或波吕德乌克斯或其他某个私人,想要逃离城市的中心,在某个角落里静静地推演三段论并拉拢哲学家,我会乐意接纳你并与你在一起;但既然你是曾两度担任执政官的埃米利乌斯·保卢斯的儿子,又是击败迦太基汉尼拔的阿非利加尼斯·斯基皮奥的孙子,难道我反而不与你交谈吗?
ἐπεὶ δʼ υἱὸς μὲν Αἰμιλίου Παύλου τοῦ δισυπάτου γέγονας, υἱωνὸς δὲ Σκιπίωνος τοῦ Ἀφρικανοῦ τοῦ νικήσαντος τὸν Ἀννίβαν τὸν Καρχηδόνιον, οὐκ ἄν σοι διαλέξομαι;
’”2

词汇与语法注释

  1. 776aΣωρκανὸν — 抄本中的 `Σωρκανὸν` 可能是 `Σωκρατικὸν [λόγον]`(苏格拉底的言说)或专有名词 `Σωκράτην`(苏格拉底)的传抄错误。在上下文中,它作为宾语,意为“苏格拉底的教诲”或“苏格拉底式的事物”。
  2. 776bφιλοκάλων ἐστὶ — 与谓语 `ἐστὶ` 连用的所有格(`φιλοκάλων ...`),表示“属于……的特征”。主语是前面的一系列不定式短语(`ἐγκολπίσασθαι καὶ φιλίαν τιμᾶν ...`)。
  3. 776bἐκεί ξιιμ πρινξιπιβπς ἰρις — 希希腊语指示代词 `ἐκείνοις`(与那些人)中间,混入了相当于拉丁语 *cum principibus viris*(与杰出人物/统治者)的变形字母。在文意上指与苏格拉底交往的统治者。
  4. 776cὤφελεν — 动词 `ὀφείλω` 的过去不定过去时(aorist)形式,用于表示无法实现的愿望。在此处它支配后面的不定式 `συνιέναι`,表示“但愿(它们)能够理解”。
  5. 776eπηιλοσοπηο ἐσσε δισσερενδπμ — 拉丁语短语 *philosopho esse disserendum*(哲学者必须进行讨论)以类似希腊字母的变形形式混入正文,源自本篇论文的拉丁语标题。
  6. 777aἂν δʼ ἄρχοντος ἀνδρὸς... ὠφέλησεν — 条件从句使用 `ἂν ... καθάψηται`(虚拟语气),而主句则使用不定过去时 `ὠφέλησεν` 作为格言性不定过去时(gnomic aorist),用以表达普遍的真理。

引用这一段

普鲁塔克, 哲学家应尤与当权者交往 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg115.humanitext-grc2:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。