Humanitext Reader

普鲁塔克 · 哲学家应尤与当权者交往 §3-4

教导统治者以造福万民的公共哲学

第 3 段,共 3 段 · 希腊语

内容简介

哲学家与统治者的交往并非仅惠及个人的私交,而是能纠正整个国家并造福大众的公共哲学。当哲学家的言论刻入领袖灵魂并化为法律时,其内心的喜悦远胜于工匠预见其杰作将被用于伟大事业时的欣喜。

§3" σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδὸν Βερέκυντα χῶρον " οὗτος εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἣδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἢρκεσε·
“我播种一块需十二日行程的田地,即贝雷昆特斯的土地,” 如果此人不仅热爱农耕,而且热爱人类,他会更乐意播种那块能养活这么多人的土地,而不是安提斯泰尼的那块小地方——那地方甚至勉强不够奥托吕科斯进行摔跤活动。
εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι.
但是如果我问你……我不愿历数整个有人居住的世界。
καίτοι Ἐπίκουρος τἀγαθὸν ἐν τῷ βαθυτάτῳ τῆς ἡσυχίας ὥσπερ ἐν ἀκλύστῳ λιμένι καὶ κωφῷ τιθέμενος τοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ μόνον κάλλιον ἀλλὰ καὶ ἥδιον εἶναί φησι.
然而,伊壁鸠鲁虽然将善置于最深沉的宁静中(仿佛在无风浪且寂静的港口里),却说施予恩惠不仅比接受恩惠更美好,而且更令人愉快。
χαρᾶς; γὰρ οὐδὲν οὕτω γόνιμόν ἐστιν ὡς χάρις· ἀλλὰ σοφὸς ἦν ταῖς Χάρισι τὰ ὀνόματα θέμενος Ἀγλαΐην καὶ Εὐφροσύνην καὶ Θάλειαν· τὸ γὰρ ἀγαλλόμενον καὶ τὸ χαῖρον ἐν τῷ διδόντι τὴν χάριν πλεῖόν ἐστι καὶ καθαρώτερον.
因为没有什么比恩惠更能产生快乐;确实,给美惠三女神命名为阿格莱亚(光辉)、欧佛洛绪涅(欢乐)和塔利亚(繁茂)的人是明智的;因为施予恩惠者心中的欢欣和喜悦是更多、且更纯洁的。
διὸ τῷ πάσχειν εὖ αἰσχύνονται πολλάκις, ἀεὶ δʼ ἀγάλλονται τῷ εὖ ποιεῖν·
因此,人们往往为接受恩惠而感到羞耻,却总是在施予恩惠中感到欢欣。
εὖ δὲ ποιοῦσι πολλοὺς οἱ ποιοῦντες ἀγαθοὺς ὧν πολλοὶ δέονται καὶ τοὐναντίον, οἱ ἀεὶ διαφθείροντες ἡγεμόνας ἢ βασιλεῖς ἢ τυράννους διάβολοι καὶ συκοφάνται καὶ κόλακες ὑπὸ πάντων ἐλαύνονται καὶ κολάζονται, καθάπερ οὐκ εἰς μίαν κύλικα φάρμακον ἐμβάλλοντες θανάσιμον, ἀλλʼ εἰς πηγὴν δημοσίᾳ ῥέουσαν, ᾗ χρωμένους πάντας ὁρῶσιν.
而那些使众人所需要的人变好的人,是在向众人施予恩惠;相反,那些总是败坏领袖、国王或僭主的中伤者、诬告者和谄媚者,会被所有人驱逐和惩罚,仿佛他们不仅是在一个杯子里投下致命的毒药,而是投在了公共流淌的泉水中,他们看到所有人都在使用这泉水。
ὥσπερ οὖν τοὺς Καλλίου κωμῳδουμένους κόλακας γελῶσιν, οὓς " οὐ πῦρ οὐδὲ σίδηρος οὐδὲ χαλκὸς ἀπείργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον " κατὰ τὸν Εὔπολιν· τοὺς δʼ Ἀπολλοδώρου τοῦ τυράννου καὶ Φαλάριδος καὶ Διονυσίου φίλους καὶ συνήθεις ἀπετυμπάνιζον, ἐστρέβλουν καὶ ἐνεπίμπρασαν, ἐναγεῖς ἐποιοῦντο καὶ καταράτους, ὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς·
因此,人们嘲笑那些在喜剧中被挖苦的卡里阿斯的谄媚者,正如欧波利斯所说, “无论是火还是铁或是青铜都无法阻挡他们去参加宴会”;但对于僭主阿波罗多洛斯、法拉里斯和狄奥尼修斯的友人及熟人,人们则将他们打死、折磨并烧死,视他们为不洁和该受诅咒的人,因为虽然那些僭主伤害了一个人,但这些谄媚者通过一个统治者伤害了许多人。
διʼ ἑνὸς τοῦ ἄρχοντος· οὕτως; οἱ μὲν ἰδιώταις συνόντες αὐτοὺς· ἐκείνους ποιοῦσιν ἑαυτοῖς ἀλύπους καὶ ἀβλαβεῖς καὶ προσηνεῖς, ὁ δʼ ἄρχοντος ἦθος ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφʼ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ πάντες διοικοῦνται.
因此,那些与私人交往的人,只是使这些人对自己而言无痛、无害且温和,而那消除统治者恶劣品性、或将统治者的意图引导到正确方向的人,在某种意义上是在进行公共哲学,并纠正了所有人据以治理的共同体。
τοῖς ἱερεῦσιν αἰδῶ καὶ τιμὴν αἱ πόλεις νέμουσιν, ὅτι τἀγαθὰ παρὰ τῶν θεῶν οὐ μόνον αὑτοῖς καὶ φίλοις καὶ οἰκείοις, ἀλλὰ κοινῇ πᾶσιν αἰτοῦνται τοῖς πολίταις καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι τοὺς δʼ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.
城邦将敬意和荣誉给予祭司,因为他们不仅为自己、朋友和亲属,而且为所有市民共同向神明祈求善物;然而祭司并不能使神明成为善物的施予者,而只是向已经是施予者的神明祈求;但与统治者交往的哲学家则使他们变得更公正、更温和、更热心于施予恩惠,因此他们也理所当然地感到更大的快乐。
§4ἐμοὶ δὲ δοκεῖ καὶ λυροποιὸς ἂν ἣδιον λύραν ἐργάσασθαι καὶ προθυμότερον, μαθὼν ὡς ὁ ταύτην κτησόμενος; τὴν λύραν μέλλει τὸ Θηβαίων ἄστυ τειχίζειν ὡς ὁ Ἀμφίων, ἢ τὴν Λακεδαιμονίων στάσιν παύειν ἐπᾴδων καὶ παραμυθούμενος ὡς Θαλῆς· καὶ τέκτων ὁμοίως πηδάλιον δημιουργῶν ἡσθῆναι, πυθόμενος ὅτι τοῦτο τὴν Θεμιστοκλέους ναυαρχίδα κυβερνήσει προπολεμοῦσαν τῆς Ἑλλάδος τὴν Πομ πηίου τὰ πειρατικὰ καταναυμαχοῦντος·
在我看来,即使是一个竖琴制造者,如果得知那个将拥有这架竖琴的人将要像安菲翁那样建造底比斯城邦的城墙,或者像泰勒斯那样通过歌唱和安慰来平息斯巴达人的内讧,也会更愉快、更热心地制作竖琴;同样地,木匠在制作舵时,如果得知这将驾驶塞米斯托克勒斯在保卫希腊时作战的旗舰,或者驾驶庞培在海战中消灭海盗的旗舰,也会感到高兴。
τί οὖν οἴει περὶ τοῦ λόγου τὸν φιλόσοφον διανοούμενον, ὡς ὁ τοῦτον παραλαβὼν πολιτικὸς ἀνὴρ καὶ ἡγεμονικὸς κοινὸν ὄφελος ἔσται δικαιοδοτῶν, νομοθετῶν, κολάζων τοὺς πονηρούς,· αὔξων τοὺς ἐπιεικεῖς καὶ ἀγαθούς;
那么,当哲学家思考自己的言论时,想到接受这言论的政治和统治人物将通过主持正义、制定法律、惩罚恶人、提升温和与善良的人而成为共同的福祉,你认为他会怎么想呢?
ἐμοὶ δὲ δοκεῖ καὶ ναυπηγὸς ἀστεῖος ἥδιον ἐργπάσασθαι πηδάλιον, πυθόμενος ὅτι τοῦτο τὴν Ἀργὼ κυβερνήσει τὴν πᾶσι μέλουσαν· καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως; ἢ ἅμαξαν, ὡς τοὺς ἄξονας, οἷς ἔμελλε Σόλων τοὺς νόμους ἐγχαράξειν.
在我看来,一个优秀的造船匠在得知这舵将驾驶那艘“众人瞩目”的阿耳戈船时,也会更愉快地制作舵;木匠也不会如此热心地制造犁或马车,就像制造梭伦用来刻写法律的那些木板(旋转轴板)那样。
καὶ μὴν οἱ λόγοι τῶν φιλοσόφων, ἐὰν ψυχαῖς ἡγεμονικῶν καὶ πολιτικῶν ἀνδρῶν ἐγγραφῶσι βεβαίως καὶ κρατήσωσι, νόμων δύναμιν λαμβάνουσιν ᾗ καὶ Πλάτων εἰς Σικελίαν ἔπλευσεν, ἐλπίζων τὰ δόγματα νόμους καὶ ἔργα ποιήσειν ἐν τοῖς Διονυσίου πράγμασιν ἀλλʼ εὗρε Διονύσιον ὥσπερ βιβλίον παλίμψηστον ἢδη μολυσμῶν ἀνάπλεων καὶ τὴν βαφὴν οὐκ ἀνιέντα τῆς τυραννίδος, ἐν πολλῷ χρόνῳ δευσοποιὸν οὖσαν καὶ δυσέκπλυτον· ἀκμαίους δ’ ὄντας ἔτι δεῖ τῶν χρηστῶν ἀντιλαμβάνεσθαι λόγων.
而且,哲学家的言论如果牢固地刻在并统治了统治和政治人物的心灵,就会获得法律的力量,正如柏拉图也因此乘船前往西西里,希望将他的学说变成狄奥尼修斯政务中的法律和实际行动;但他发现狄奥尼修斯就像一本已经被污染充斥的重写纸草书,且不肯褪去僭主统治的染料,这染料在很长时间里已经深染且难以洗净;但是,在人们仍然精力充沛的时候,就必须领会优秀的言论。

词汇与语法注释

  1. 778cεἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἥδιον ἂν ἔσπειρε — 一个与过去或现在事实相反的虚拟条件句。条件从句使用直陈式未完成过去时配合 εἰ(ἦν),主句使用直陈式未完成过去时配合 ἄν(ἂν ἔσπειρε),表示“如果他不仅……他本会更乐意播种(而事实上他并非如此)”。
  2. 778cτοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν — 冠词性不定式属格(τοῦ εὖ πάσχειν)在此充当比较属格,由比较级形容词(κάλλιον... καὶ ἥδιον)支配。表示“施予恩惠比接受恩惠[更美好/愉快]”。
  3. 778eὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς διʼ ἑνὸς τοῦ ἄρχοντος — 这是一个由 ὡς 引导的属格独立分词结构(ἐκείνων μὲν ἀδικούντων... τούτων δὲ...)。小词 ὡς 表示主观原因或理由:“理由是,那些人[僭主]只伤害了一个人,而这些人[谄媚者]却通过一个统治者伤害了许多人”。
  4. 779cἀκμαίους δ’ ὄντας ἔτι δεῖ τῶν χρηστῶν ἀντιλαμβάνεσθαι λόγων — 由无人称动词 δεῖ 支配的对格加不定式结构。虽然不定式的主语对格被省略,但对格复数分词短语“ἀκμαίους ... ὄντας”修饰了隐含的主语(泛指人们):“[人们]趁着精力充沛的时候,必须领会……”。

引用这一段

普鲁塔克, 哲学家应尤与当权者交往 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg115.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。