Humanitext Reader

普鲁塔克 · 致妻子慰问信 §9-11

关注现存的恩惠与夭折幼女灵魂的归宿

第 4 段,共 4 段 · 希腊语

内容简介

作者劝诫妻子不要以世俗的外在标准来衡量幸福,而应关注眼前保留的诸多恩惠,并指出夭折的女儿灵魂未受肉体束缚便已前往神圣美好的境地,因此无需过度悲伤。

§9ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ διάθεσιν τελευτώντων ἢρτηται τὸ μακάριον, αἱ δʼ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδʼ ἐπιφέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας.
因为你已经多次听过,真正的幸福取决于带来稳定心态的正确理性思考,而命运的转变既不会给生活带来巨大的偏斜,也不会引起崩溃性的滑落。
εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλʼ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς; ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ.
但如果我们也必须像大众一样,受外部事物的支配,去数点命运的恩赐,并以萍水相逢的凡夫俗子作为我们幸福的评判者,那么请不要看那些前来拜访之人的现状眼泪和哀悼,这些不过是因循某种恶俗、对每个人虚应故事罢了;相反,请多想想:在孩子们、家庭和生活上,你如何始终受到他们的羡慕。
καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφʼ ᾧ νῦν ἀνιώμεθα, σὲ δʼ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδʼ ἀπʼ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλʼ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων.
可叹的是,别人宁愿欣然选择你的命运,哪怕也伴随着我们现在为之悲痛的这一不幸,而你却在拥有这一命运的同时抱怨和焦虑,甚至不能从这痛苦本身中体会到:那些得以保全的事物对我们而言具有多么大的恩惠;这就好比那些专门挑出荷马史诗中缺头去尾的残缺诗行、而对诗中大量伟大而优秀的篇章视而不见的人,同样地,对生活的糟糕部分精雕细刻并加以诋毁,却对好的部分以无序且混乱的方式敷衍对待。 这与那些小气和贪财之人的遭遇相似,他们积累了许多财富,却不使用眼前的财物,而只在失去时才哀叹和焦虑。
εἰ δʼ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπʼ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδʼ ἄμοιρον γενομένην οὐ γάρ· ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν.
如果你因为她未婚未育就离去而怜悯她,那么在另一方面,你可以在其他事物上让自己更快乐,因为在这些事情上你既不是未得体验,也不是毫无分享;因为这些事情,对于失去的人来说是巨大的善,而对于拥有的人来说却只是微小的善。
ἐκείνη δʼ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπʼ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν;
至于她,已经到了没有痛苦的境地,就不需要我们来痛苦了;如果她现在没有任何痛苦,那么她会给我们带来什么伤害呢?
καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι.
因为即使是失去了伟大的事物,只要能达到不再需要的境地,就会抛弃痛苦。
Τιμοξένα δʼ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε· ὧν δʼ οὔτʼ αἴσθησιν ἔσχεν οὔτʼ ἔλαβεν ἐπίνοιαν, πῶς ἂν στέρεσθαι λέγοιτο;
你的蒂莫克塞娜失去的只是微小的事物,因为她只懂得微小的事物,也只为微小的事物而快乐;至于她既没有感知也未曾形成概念的事物,又怎能说她失去了呢?
§10καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδʼ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες.
而且,当你听到别人的那些说辞——他们通过声称“被分解者在任何地方都没有任何痛苦和邪恶”来动员许多人——我知道,祖传的教义以及我们这些参与者共同知晓的狄奥尼索斯秘仪的神秘象征,会阻碍你相信这些说辞。
ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι πάσχειν·
因此,你要认识到,灵魂既然是不可毁灭的,它就会经历与被捕获的鸟儿一样的事情。
ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων.
因为如果灵魂在肉体中孕育了很长时间,并因许多琐事和长期习惯而对这种生活变得驯服,它就会再次降临并重新进入肉体,在化生(轮回)中不会放手也不会停止与此处的痛苦和命运纠缠。
μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτʼ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι, διαφυλάττουσαν.
因为你不要以为老年之所以受到责难和诋毁,是因为身体的皱纹、白发和虚弱;相反,这正是老年最困难的地方:它使灵魂在对“那里”的记忆中变得陈旧,并对这些事物产生依恋,压迫并弯折它,使它保留在受动状态中从肉体获得的形状。
ἡ δὲ ληφθεῖσα μὲν ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν.
而年轻时被带走的灵魂则被更好的力量所掌握,仿佛从柔软易折的弯曲中反弹回它本性所属的地方。
ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως "ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι" πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.
因为正如火一样,如果熄灭后立即点燃,就会再次激发起火并迅速复原, “以便尽可能快地穿过哈得斯的大门,” 这是在对这里事物的强烈爱恋产生之前,在对肉体变软并像被药物溶解一样融合之前。
§11τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια.
在祖传和古老的习俗和法律中,关于这些事情的真理表现得更为明显。
τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς;
因为人们对他们死去的婴儿既不献酒,也不为他们举行其他普通人习惯为死者举行的仪式。
ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς.
因为他们与大地以及地上的事物没有任何关系。
οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν·
他们也不会在坟墓、纪念碑和陈尸处周围逗留,也不坐在尸体旁。
οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας·
因为法律不允许人们为这种年龄的孩子哀悼,因为这不虔敬,毕竟他们已经转移到了一个更好、更神圣的命运和地方。
ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.
而既然不相信对他们来说比相信更困难(痛苦),那么让我们在外在的事物上遵照法律的指示,而在内在的心灵上更加保持无瑕、纯洁和克制。

词汇与语法注释

  1. 611aὡς ζηλουμένη διατελεῖς — 连接动词 διατελέω(继续)与分词 ζηλουμένη(被羡慕)连用的补充性分词结构。句首的 ὡς 引导间接疑问句,意为“你如何持续被(他们)羡慕”。
  2. 611bἐπιβάλλουσαν — 该阴性单数宾格分词在语境上修饰省略的主语 σέ(你),或与“思想”(τὴν διάνοιαν)一致。它描述了对好的事物(τοῖς δὲ χρηστοῖς)以无秩序和模糊的方式加以关注或对待(ἐπιβάλλουσαν)的状态。
  3. 611eὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ — ὡς 连用宾格分词(ἄφθαρτον οὖσαν τὴν ψυχὴν)的结构,表明说话者主观上确信或假设“灵魂是不灭的”,而非单纯陈述客观事实。它作为 διανοοῦ(思考、认为)的宾语补足语发挥作用。
  4. 612aπρὶν ἔρωτα πολὺν ἐγγενέσθαι — 小词 πρίν 表示时间上的界限,后接不定式(ἐγγενέσθαι),意为“在产生强烈的爱恋之前”。随后的不定式 μαλαχθῆναι 和 συντακῆναι 同样受到 πρίν 的支配。
  5. 612bἔχωμεν — 动词 ἔχω(拥有、保持)的第一人称复数现在时虚拟语气,用作劝诱性虚拟语气(hortatory subjunctive),意在鼓励说话者自身与妻子:“让我们保持”(某种状态)。

引用这一段

普鲁塔克, 致妻子慰问信 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg111.humanitext-grc2:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。