§9ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ διάθεσιν τελευτώντων ἢρτηται τὸ μακάριον, αἱ δʼ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδʼ ἐπιφέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας.
真の幸福は、安定した心の状態へと至る正しい理性的判断に依存しており、運命による転変は人生に大きな偏向をもたらすことも、破滅的な滑落を引き起こすこともないということは、あなたが何度も聞いている通りです。
εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλʼ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς; ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ.
しかし、もし私たちも、世間の多くの人々のように、外部の出来事によって導かれ、運命による恵みを数え上げ、平凡な人々を幸福の判定者としなければならないというのであれば、訪ねてくる者たちの現在の涙や哀悼の言葉を気にしないでください。 それらは悪しき慣習によって、一人ひとりに対して儀礼的に行われているだけなのです。 むしろ、あなたが子供たちや家や生活において、彼らからいかに羨まれ続けているかを考えなさい。
καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφʼ ᾧ νῦν ἀνιώμεθα, σὲ δʼ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδʼ ἀπʼ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν·
他者であれば、私たちが現在嘆いているこの事態が加わっていたとしても、喜んであなたの運命を選び取るであろうに、あなた自身はそれが手元にあるのに不満を述べ、苛立っていること、そして、まさにその心を刺す苦痛自体からすら、残されたものが私たちにとっていかに大きな恵みをもたらしているかを理解しないことは、理不尽なことです。
ἀλλʼ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων.
それは、ホメロスの音節の足りない『頭欠け』や『尾すぼみ』の詩行ばかりを選び出し、作中の多くの優れた美しい箇所を見過ごす者のように、人生の悪い部分を細かく精査して不満を言い、一方で善い部分には無秩序に混乱して関わることであり、卑屈で強欲な者たちと似たような経験をすることになります。 彼らは多くのものを蓄えながら、手元にあるものを使わず、失われたものについて嘆き苦しむのです。
εἰ δʼ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπʼ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδʼ ἄμοιρον γενομένην οὐ γάρ·
もしあなたがあの子が結婚もせず子供も持たずに去ってしまったことを憐れむのであれば、他方で、別の事柄においてあなた自身をより喜ばせることができます。 あなたはこれらのことのいずれにおいても未達ではなく、あずからない者でもなかったのですから。
ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν.
なぜなら、これらはそれを奪われた人々にとっては大きな善ですが、持っている人々にとっては小さな善だからです。
ἐκείνη δʼ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται·
一方、あの子は苦痛のない状態に到達したのですから、私たちを悲しませる必要はありません。
τί γὰρ ἡμῖν ἀπʼ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν;
もし彼女自身にとって今や何も苦痛でないなら、彼女から私たちにどんな悪があるでしょうか。
καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι.
実際、たとえ大きなものを奪われたとしても、必要としない境地に達することによって、苦痛を退けることができるのです。
Τιμοξένα δʼ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε·
あなたのティモクセナは小さなものを奪われたにすぎません。 彼女は小さなことしか知らず、小さなことに喜んでいたのですから。
ὧν δʼ οὔτʼ αἴσθησιν ἔσχεν οὔτʼ ἔλαβεν ἐπίνοιαν, πῶς ἂν στέρεσθαι λέγοιτο;
彼女が感知もせず、思い描きもしなかったものについて、どうしてそれを奪われたと言えるでしょうか。
§10καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδʼ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες.
そして実際、『分解された者にはいかなる場所でもいかなる悪も苦痛もない』と言って多くの人々を説得している他の人々の言葉をあなたが聞くとき、祖国伝来の教えと、私たちが互いに共有しているディオニュソスの秘儀の象徴が、あなたにそれを信じるのを妨げていることを私は知っています。
ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι πάσχειν·
したがって、魂は不滅であると考え、捕らえられた鳥と同じことを経験するのだと考えなさい。
ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων.
なぜなら、もし魂が肉体の中で長い時間を過ごし、多くの雑事や長い習慣によってこの世の生に飼い慣らされてしまうなら、再び舞い降りて再び肉体に入り込み、生まれ変わりを通じて、この世の受難や運命と絡み合うことをやめず、終わらせることもないからです。
μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος·
老境がしわや白髪や肉体の衰えのために非難され、悪く言われるのだと思ってはなりません。
ἀλλὰ τοῦτʼ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι, διαφυλάττουσαν.
そうではなく、老境の最も困難な点は、それが魂を『あちら』の記憶によって古びさせ、それらのものに執着させ、魂を曲げて圧迫し、受動的な状態の中で肉体から得た型を保持させてしまうことにあります。
ἡ δὲ ληφθεῖσα μὲν ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν.
一方、若くして去った魂は、より優れた力によって保たれ、曲がりやすく柔らかな状態から、自らの本来の性質へと跳ね返るのです。
ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως
"ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι"
πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.
ちょうど火を消した直後に再び火をつければ、再び勢いよく燃え上がり、急速に回復するように、「できるだけ速やかにハデスの門をくぐり抜ける」ことになるのです。
それは、この世のことに対する強い愛着が生じたり、肉体に対して和らいで、薬物によって融解されるように一体化してしまったりする前のことだからです。
§11τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια.
祖国に伝わる古い慣習と法律において、これらに関する真実がいっそう明らかになります。
τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς;
人々は、自分の幼子たちが死んだとき、彼らに献酒を捧げることも、他の死者たちに対して通常行うようなその他の儀礼を行うこともしません。
ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς.
彼らには大地も、地上の事柄も何一つ関わりがないからです。
οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν·
また、埋葬や墓、遺体の安置の周りに留まることも、遺体に付き添って座ることもありません。
οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας·
法律はこの年代の子供たちに対して嘆き悲しむことを許さないからです。 彼らはより良く、より神聖な境遇と場所へとすでに移っているのであり、嘆くことは不虔だからです。
ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.
しかし、これらを信じないことは信じることよりも困難(苦痛)であるから、私たちは外的な事柄については法律が命じる通りにし、内的な事柄についてはそれ以上に汚れなく、清らかで、節度ある状態に保とうではありませんか。