Humanitext Reader

普鲁塔克 · 致妻子慰问信 §7-8

拒绝外来的哀痛煽动与对往昔快乐的感恩

第 3 段,共 4 段 · 希腊语

内容简介

在§7中,作者劝告要拒绝来访妇女那些过度煽动悲痛的无谓干涉,以保护自己的心灵。在§8中,他勉励妻子回想孩子出生前的平静时光,将中间的两年视作快乐的记忆留存,并强调对命运保持感激而无怨尤的重要性。

§7καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην κακῶν γυναικῶν εἰσόδους καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἳ ἐκτρίβουσι καὶ παραθήγουσι τὴν. λύπην, οὔθʼ ὑπʼ ἄλλων οὔτʼ αὐτὴν ἐφʼ ἑαυτῆς ἐῶσαι μαρανθῆναι.
而且,在这一点上最重大也最可怕的是,我并不担心那些愚蠢妇人的闯入,也不担心她们的声音和一同哭号,这些会磨损并磨尖悲痛,使之既不因他人也不因其自身而自然枯萎。
γιγνώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω, τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετʼ ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις.
因为我知道你最近经历过怎样的斗争,你帮助了塞翁的姐妹,与那些从外面伴着哀号和尖叫闯入、简直就像火上浇油一样的女人作斗争。
τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκκαύματα.
当人们看到朋友的房屋燃烧时,每个人都会尽其所能快速铺灭,但对于燃烧的灵魂,他们自己却送去燃料。
καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδʼ ἅπτονται τοῦ φλεγμαίνοντος· ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων ὥσπερ ῥεῦμα κινεῖν καὶ διαγριαίνειν τὸ πάθος, ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον.
而对于患眼疾的人,他们不允许任何想要动手的人去触碰,也不碰发炎的部位;但处于悲痛中的人却坐着,任由每个不期而遇的人像挑动流出的分泌物一样去刺激和激怒他的痛苦,从微小的发痒和刺激中重新挠破,变成巨大而难缠的炎症。
ταῦτα μὲν οὖν οἶδʼ ὅτι φυλάξῃ.
这些事情,我知道你必定会加以防范。
§8πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀποκαθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ, μηδέπω τοῦ παιδίου τούτου γεγονότος, μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν· εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπτειν, ὡς ὁμοίων πάλιν τῶν περὶ ἡμᾶς γεγονότων.
请试着用你的思想,时常将自己带回并恢复到那个时候,当时这个孩子尚未出生,我们对命运没有任何怨言;然后将现在的这个时刻与那时相连,仿佛我们周围的境遇又变得和以前一样了。
ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν, ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι πράγματα.
否则,妻子啊,如果我们让自己把她出生前的事情看作是没有怨言的,我们就会显得对孩子的出生感到厌恶。
τὴν δʼ ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν ἐν ἡδονῇ τίθεσθαι· καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν· μηδʼ ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη, καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν.
至于这中间的两年,我们绝不应当将其从记忆中抹去,而是应当将其视作提供了恩惠与享受而置于快乐之中;不要把微小的善视作巨大的恶,也不要因为命运没有增添所期望的事物,就对已赐予的事物忘恩负义。
ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι καρπόν· ἐν δὲ τοῖς τοιούτοις ὁ· μάλιστα τῆς μνήμης τῶν ἀγαθῶν ἀπαρυτόμενος καὶ τοῦ βίου πρὸς τὰ φωτεινὰ καὶ λαμπρὰ μεταστρέφων καὶ μεταφέρων ἐκ τῶν σκοτεινῶν καὶ ταρακτικῶν τὴν διάνοιαν, ἢ παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν.
因为对神明始终怀有敬畏之言,对命运保持温和且无怨,总是会结出优美而甜美的果实;在这种境遇中,最能从对善美事物的记忆中汲取营养,并将思想从黑暗和混乱中转向、移往生命中光明而灿烂之面的人,要么完全熄灭了痛苦,要么通过与相反事物的混合,使其变得微小而暗淡。
ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως μεμφομένοις τὴν τύχην.
正如香油总是能使嗅觉欢愉,并是对抗恶臭的良药,同样,在厄运中对善美事物的思索,也为那些不逃避对美好事物之记忆、不事事且完全埋怨命运的人,提供了必不可少的援助。
ὅπερ ἡμῖν παθεῖν οὐ προσήκει συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις.
我们绝不应该落入这种境地,否则就是在诬蔑我们自己的生活,如果它就像一本书,虽然其他所有部分都干净无损,却只落得了一处墨迹。

词汇与语法注释

  1. 610cἐῶσαι — 女性复数主格分词,与关系代词“αἵ”(指代前文暗示的愚蠢妇人)一致。它与“ἐκτρίβουσι”和“παραθήγουσι”相协调,表示“不容许”悲痛因他人或因其自身而消逝。
  2. 610dἀναξαινόμενον — 现在被动分词,中性单数(主格/宾格),修饰“πάθος”(痛苦、情念)。它生动地描绘了痛苦因微小的刺激而被重新挠破,进而恶化为严重炎症的动态过程。
  3. 610eἐκείνην — 阴性单数宾格指示代词,指代语法上为中性的名词“τὸ τέκνον”。这是“按意义一致”(constructio ad sensum)的用法,因为夭折的孩子是个女儿。
  4. 610fἔσβεσε ... ἐποίησεν — 箴言性不定过去时(gnomic aorist),表达普遍的心理学真理或不受时间限制的事实(“消除……使之变得”),而非过去发生的特定事件。
  5. 611aὅπερ — 用作句子连接词的关系代词(“这一情况……”),指代前述忘恩负义、怨恨命运的态度。在句中充当非人称动词“προσήκει”的不定式主语(或“παθεῖν”的宾格宾语)。

引用这一段

普鲁塔克, 致妻子慰问信 §7-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg111.humanitext-grc2:7-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。