← プルタルコス

妻への慰めの手紙

§9-11

残された幸福への注目と幼き娘の魂の救い

著者は妻に対して、外的な基準で一喜一憂せず、残された多くの幸福に目を向けるよう諭すとともに、早くに世を去った幼い娘の魂は肉体に縛られず神聖な境遇へ移行したのであるから、過度に悲しむ必要はないと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ διάθεσιν τελευτώντων ἤρτηται τὸ μακάριον, αἱ δʼ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδʼ ἐπιφέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας. εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλʼ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς1 ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφʼ ᾧ νῦν ἀνιώμεθα, σὲ δʼ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδʼ ἀπʼ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλʼ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν2 ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δʼ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπʼ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδʼ ἄμοιρον γενομένην· οὐ γάρ ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δʼ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπʼ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν; καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. Τιμοξένα δʼ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε· ὧν δʼ οὔτʼ αἴσθησιν ἔσχεν οὔτʼ ἔλαβεν ἐπίνοιαν, πῶς ἂν στέρεσθαι λέγοιτο;

真の幸福は、安定した心の状態へと至る正しい理性的判断に依存しており、運命による転変は人生に大きな偏向をもたらすことも、破滅的な滑落を引き起こすこともないということは、あなたが何度も聞いている通りです。しかし、もし私たちも、世間の多くの人々のように、外部の出来事によって導かれ、運命による恵みを数え上げ、平凡な人々を幸福の判定者としなければならないというのであれば、訪ねてくる者たちの現在の涙や哀悼の言葉を気にしないでください。それらは悪しき慣習によって、一人ひとりに対して儀礼的に行われているだけなのです。むしろ、あなたが子供たちや家や生活において、彼らからいかに羨まれ続けているかを考えなさい。他者であれば、私たちが現在嘆いているこの事態が加わっていたとしても、喜んであなたの運命を選び取るであろうに、あなた自身はそれが手元にあるのに不満を述べ、苛立っていること、そして、まさにその心を刺す苦痛自体からすら、残されたものが私たちにとっていかに大きな恵みをもたらしているかを理解しないことは、理不尽なことです。それは、ホメロスの音節の足りない「頭欠け」や「尾すぼみ」の詩行ばかりを選び出し、作中の多くの優れた美しい箇所を見過ごす者のように、人生の悪い部分を細かく精査して不満を言い、一方で善い部分には無秩序に混乱して関わることであり、卑屈で強欲な者たちと似たような経験をすることになります。彼らは多くのものを蓄えながら、手元にあるものを使わず、失われたものについて嘆き苦しむのです。もしあなたがあの子が結婚もせず子供も持たずに去ってしまったことを憐れむのであれば、他方で、別の事柄においてあなた自身をより喜ばせることができます。あなたはこれらのことのいずれにおいても未達ではなく、あずからない者でもなかったのですから。なぜなら、これらはそれを奪われた人々にとっては大きな善ですが、持っている人々にとっては小さな善だからです。一方、あの子は苦痛のない状態に到達したのですから、私たちを悲しませる必要はありません。もし彼女自身にとって今や何も苦痛でないなら、彼女から私たちにどんな悪があるでしょうか。実際、たとえ大きなものを奪われたとしても、必要としない境地に達することによって、苦痛を退けることができるのです。あなたのティモクセナは小さなものを奪われたにすぎません。彼女は小さなことしか知らず、小さなことに喜んでいたのですから。彼女が感知もせず、思い描きもしなかったものについて、どうしてそれを奪われたと言えるでしょうか。

§10

καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδʼ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ3 ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτʼ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι, διαφυλάττουσαν. ἡ δὲ ληφθεῖσα μὲν ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως "ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι "πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι4 τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.

そして実際、「分解された者にはいかなる場所でもいかなる悪も苦痛もない」と言って多くの人々を説得している他の人々の言葉をあなたが聞くとき、祖国伝来の教えと、私たちが互いに共有しているディオニュソスの秘儀の象徴が、あなたにそれを信じるのを妨げていることを私は知っています。したがって、魂は不滅であると考え、捕らえられた鳥と同じことを経験するのだと考えなさい。なぜなら、もし魂が肉体の中で長い時間を過ごし、多くの雑事や長い習慣によってこの世の生に飼い慣らされてしまうなら、再び舞い降りて再び肉体に入り込み、生まれ変わりを通じて、この世の受難や運命と絡み合うことをやめず、終わらせることもないからです。老境がしわや白髪や肉体の衰えのために非難され、悪く言われるのだと思ってはなりません。そうではなく、老境の最も困難な点は、それが魂を「あちら」の記憶において古びさせ、こちらのものに執着させ、魂を曲げて圧迫し、受動的な状態の中で肉体から得た型を保持させてしまうことにあります。一方、若くして去った魂は、より優れた力によって保たれ、曲がりやすく柔らかな状態から、自らの本来の性質へと跳ね返るのです。ちょうど火を消した直後に再び火をつければ、再び勢いよく燃え上がり、急速に回復するように、「できるだけ速やかにハデスの門をくぐり抜ける」ことになるのです。それは、この世のことに対する強い愛着が生じたり、肉体に対して和らいで、薬物によって融解されるように一体化してしまったりする前のことだからです。

§11

τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους· οὐ γὰρ μέτεστι γῆς οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς. οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας· ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν,5 τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.

祖国に伝わる古い慣習と法律において、これらに関する真実がいっそう明らかになります。人々は、自分の幼子たちが死んだとき、彼らに献酒を捧げることも、他の死者たちに対して通常行うようなその他の儀礼を行うこともしません。彼らには大地も、地上の事柄も何一つ関わりがないからです。また、埋葬や墓、遺体の安置の周りに留まることも、遺体に付き添って座ることもありません。法律はこの年代の子供たちに対して嘆き悲しむことを許さないからです。彼らはより良く、より神聖な境遇と場所へとすでに移っているのであり、嘆くことは不虔だからです。しかし、これらを信じないことは信じることよりも困難(苦痛)であるから、私たちは外的な事柄については法律が命じる通りにし、内的な事柄についてはそれ以上に汚れなく、清らかで、節度ある状態に保とうではありませんか。

構文注5 件
  1. 611bὡς ζηλουμένη διατελεῖς

    接続動詞 διατελέω(〜し続ける)に分詞 ζηλουμένη(羨まれる)が伴う補足分詞構文。文頭の ὡς は間接疑問を導き、「あなたがいかに羨まれ続けているか」を意味する。

  2. 611cἐπιβάλλουσαν

    この女性単数対格分詞は、文脈上、文頭の σέ を修飾、あるいは心の働き(τὴν διάνοιαν)に一致すると解釈される。善いもの(τοῖς δὲ χρηστοῖς)に対して無秩序・不分明な態度で関わる(ἐπιβάλλουσαν)様子を示す。

  3. 611eὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ

    ὡς +対格分詞(ἄφθαρτον οὖσαν τὴν ψυχὴν)の構文で、客観的な事実というよりは、話者・思索者が「〜であると確信・想定する」という主観的な判断を明示する。διανοοῦ(考えよ)の補語として機能している。

  4. 611eπρὶν ἔρωτα πολὺν ἐγγενέσθαι

    接続詞 πρίν が時間的な限界点を示し、不定詞(ἐγγενέσθαι)を伴って「強い愛着が生じる前に」という意味を表す。続く μαλαχθῆναι および συντακῆναι も同様に πρίν に支配される不定詞である。

  5. 612bἔχωμεν

    動詞 ἔχω(持つ、保つ)の接続法・現在・一人称複数形で、話者自身と妻を促す「勧誘の接続法(hortatory subjunctive)」。「〜を(一定の状態で)保とう」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(9 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 4 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-30 表記の統一 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0007.tlg111.humanitext-grc2:9-11