Humanitext Reader

普鲁塔克 · 论流放 §4-5

理性对待逆境与视宇宙为真正祖国

第 2 段,共 8 段 · 希腊语

内容简介

作者指出,人们应当以理性和哲学的心态来面对不幸与流放等逆境。他进一步主张,人并非局限于特定城邦,而是“宇宙的公民”,在神圣法律统治下的整个宇宙才是人类真正的祖国。

§4ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως·
因此,正如在喜剧中,有人鼓励一个遭遇不幸的朋友振作起来、抵抗命运,当那朋友问起“以何种方式? ”时,他回答说“以哲学的方式”;同样,我们也应当通过配得上这门学问的哲学思考来抵抗命运。
"τὸν Δία δὲ πῶς ὕοντα;
“但对于下雨的宙斯该如何?
τὸν βορέαν δὲ πῶς;
对于北风又该如何?
ʼ" πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρʼ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν.
” 我们会寻找火、浴室、外衣和屋顶;因为我们不会在雨中呆坐着,也不会哭泣。 因此,对你而言,比任何人都更有可能去重新点燃并温热你生活中这部分冷冰冰的部分,不需要其他的救助,而是理性地利用眼前拥有的事物。
αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε.
因为医疗用的吸角通过吸出身体中最坏的部分,使其余部分得以减轻和得救;但那些溺于悲伤、怨天尤人的人,却总是收集并琢磨自己境遇中最坏的部分,执迷于痛苦之事,从而使有用的东西对自己也变得毫无用处,甚至在最需要它们提供帮助的时候。
τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δʼ ἄκρατα ῥεύματα τῶν κακῶν·
朋友啊,荷马所说的放在天上的那两口装满命运的瓮——一罐是好的,一罐是坏的——并不是宙斯坐在那里当管家,向一些人发放温和而混合的溪流,而向另一些人发放未掺杂的纯然灾祸。
ἀλλʼ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων.
相反,我们之中有理智的人,通过从好的事物中汲取来中和坏的事物,使生活变得更加甜蜜、更易入口;但对大多数人而言,就像在筛子里一样,最坏的东西存留并粘附在上面,而更好的东西却漏掉了。
§5διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον ἐκλεαίνοντας·
因此,即使我们真的遭遇了某些糟糕和痛苦的事,也必须从现存的和留下来的好事物中,引出愉悦和乐观的态度,用属于我们自己的东西来平抚那外来的不适。
ὧν δʼ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλʼ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν.
然而,对于那些本性上毫无坏处,其全部痛苦都是由虚妄的舆论虚构出来的事物,正如我们对待那些害怕面具的孩子一样——通过将面具拿到他们跟前,放在他们手下,翻转过来让他们看,使他们习惯于不害怕它;同样,我们也要在近处接触这些事物,将理性紧密地贴上去,揭露其脆弱、虚无和被悲剧化夸大的本质。
οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομιζομένης;
例如你目前经历的、从所谓的祖国中迁出(即流放)。
πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδʼ οἶκος οὐδʼ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδʼ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δʼ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον.
因为在自然中并没有什么祖国,正如阿里斯顿所说,既没有本性上的家屋,也没有田地、铁匠铺,甚至也没有诊所;相反,其中的每一件都总是由于居住者和使用者而生成,或者更确切地说,是被这样命名和称呼的。
ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων, φυτὸν οὐκ ἔγγειον οὐδʼ ἀκίνητον ἀλλʼ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης, πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον.
因为正如柏拉图所说,人既不是地上的植物,也不是不可移动的植物,而是天上的植物,他的身体朝向天空,因为头颅像根一样使身体保持直立。
ὅθεν εὖ μὲν ὁ Ἡρακλῆς εἶπεν " Ἀργεῖος ἢ Θηβαῖος·
因此,赫拉克勒斯说得很好: “我是阿耳戈斯人还是忒拜人?
οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς.
因为我不以单一城邦为傲;希腊人的每一座城堡都是我的祖国。
" ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδʼ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος· ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν.
” 而苏格拉底做得更好,他说自己既不是雅典人,也不是希腊人,而是宇宙的公民,就像有人会说自己是罗德岛人或科林斯人一样;因为他没有将自己禁锢在苏尼翁、泰纳龙,也没有禁锢在凯劳尼亚山脉。
" ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;
“你看见高处这无垠的以太,用潮湿的臂膀将大地环抱了吗?
" οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί, καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτʼ ἀλλοδαπός, ὅπου ταὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφʼ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς; καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος·
” 这些就是我们祖国的边界,在这里,没有人是流放者,也不是陌生人,更不是外国人,因为这里有相同的火、水和空气,有相同的统治者、管理者和执政官:太阳、月亮和启明星;所有人都有相同的规律,在同一个命令和同一个领导之下:夏至(北回归)、冬至(南回归)、昼夜平分,昴星团、大角星,播种的季节和种植的季节;并且只有一位君王和统治者,即神,祂拥有万物的开始、中间和结尾,按照自然循行,径直达成其目的。
τῷ δʼ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.
而“正义”紧随其后,惩罚那些偏离神圣法律的人;我们所有人类在天性上都与所有人像同胞公民一样相处。

词汇与语法注释

  1. §4ἐρομένου — 主语省略的绝对属格。从上下文来看,它指的是喜剧中遭遇不幸的朋友询问“以何种方式?”。
  2. §4τὸν Δία δὲ πῶς ὕοντα; — 疑问句。此处省略了前文的动词“抵抗”(ἀμύνεσθαι),意为“对于下雨的宙斯该如何抵抗?”。这表明正如人们通过寻找避雨御寒的工具(如火和衣物)来应对自然现象一样,人们也可以用哲学手段来应对命运。
  3. ¦600d¦τοὺς γὰρ δοιοὺς πίθους — 句首的宾格名词短语。它并不是主句动词 `κάθηται` 的直接文法宾语(属于破格现象 anacoluthon),而是作为一种先遣法(prolepsis)来引入荷马著名的“两口瓮”寓言(《伊利亚特》24.527)。
  4. ¦600e¦ὧν δʼ ἡ φύσις — 关系代词属格 `ὧν` 以主句的指示代词 `ταῦτα` 为先行词。它构成了一个使用非人称动词的句式:“对于那些本性上毫无坏处的事物(ὧν...),必须(dee)揭露这些(ταῦτα)。”

引用这一段

普鲁塔克, 论流放 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。