§9οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας ἐνταῦθα πλησίον οὔσης·
我想你曾见过纳克索斯岛;如果没见过,至少见过离这里很近的许里亚岛;但前者曾容纳着厄菲阿尔特斯和奥托斯,而后者则是俄里翁的居所。
ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος, ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν.
至于阿尔克迈翁,正如诗人所说,为了逃避复仇女神,他定居在阿克洛奥斯河淤积而成的、新近凝固的泥沙上;但我推测,他也是为了逃避政治上的动乱、党争和复仇女神般的谄媚告密,才选择在安静且无事打扰的状态下居住在一处狭小的土地。
Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον.
皇帝提比略在卡普里亚埃度过了死前的七年;而帝国的统治中心,仿佛凝聚在心脏中一样,在这么长的时间里未曾迁移到任何其他地方。
ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκις
"
ἐλαφρὰν κυπάρισσον φιλέειν,
ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον· ἐμοὶ δʼ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ἄδρυς,
πενθέων δʼ οὐκ ἔλαχον οὐδὲ στασίων
"
οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.
但是对他来说,帝国的忧虑从四面八方涌来并呈递到他面前,并未能给他提供纯净而无波澜的岛屿宁静;然而,对于一个被允许退隐到小岛上、从而得以摆脱不小的灾祸的人,如果他不向自己诉说宾达罗斯的诗句,也不经常吟唱,那他就是个可怜人: “热爱轻盈的柏树,而放手让伊达山周围的克里特牧场去吧;分给我的只有一小块土地,那里有我的橡树,但我未曾分得悲伤和党争” 也未曾分得统治者的命令,或政治需求中的服侍,以及难以推卸的公共奉仕。
§10ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό
"μὴ μετρεῖν σχοίνῳ Περσίδι τὴν σοφίην; "
ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες;
因为既然卡里马科斯说: “不要用波斯的测绳来衡量智慧” 似乎并无不妥,那么我们难道真要用测绳和寄生里来衡量幸福,如果我们要居住在一座周长两百斯塔德的岛屿,而不是像西西里那样需要航行四天的一座大岛,就必须要折磨自己、哀叹自己命运不幸吗?
τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον;
因为广阔的土地,对于免于痛苦的生活来说又有什么用呢?
οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ
"
σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυντα χῶρον
"
εἶτα μετʼ ὀλίγον λέγοντος
"
οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω,
ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε· γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν;
你难道没有听到坦塔罗斯在悲剧里说道: “我播种一块需要走十二天路程的农田,贝雷昆托斯之地” 然后不久后又说: “但我的命运曾触及高天,如今却坠落于地,并对我说: ‘要明白,不要过度尊崇凡人的事物’”吗?
"
ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον
"ἑκὰς ἀνδρῶν ἀλφηστάων"
καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων
"ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ,"
τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις.
而瑙西托俄斯离开宽广的超大陆,是因为独眼巨人与它相邻,他搬迁到一座岛屿 “远离食谷之人们” 并且不与人类交往,居住在 “遥远、波涛汹涌的大海中,” 为他自己的公民提供了最惬意的生活。
τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δʼ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι.
而环礁群岛最初是由米诺斯的孩子们居住,后来由科德鲁斯和内琉斯的孩子们居住,而现在的愚蠢流放者们却认为自己在这些岛屿中受罚。
καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας;
然而,有什么流放岛屿不比斯基鲁斯地区更宽广呢? 在那里,色诺芬在结束远征后,度过了安逸的晚年。
ἡ δʼ Ἀκαδήμεια, τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθʼ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν.
而学术院,这一块以三千德拉克马购得的小地产,曾是柏拉图、色诺克拉底和波勒蒙的居所,他们在此潜心研究并度过了几乎一生的时光——除了一天之外,在这一天里,色诺克拉底每年都会下到城里,为了酒神节的新悲剧,正如他们所说,去庆祝这个节日。
Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας
"
εἵλετο ναίειν
ἀντʼ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
奇奥斯的狄奥克里托斯甚至辱骂亚里士多德,因为他喜爱与菲利普和亚历山大在一起的生活: “他选择居住在波尔波罗斯的入海口,而不是阿卡德米亚。
"
ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι.
” 因为在佩拉附近有一条河,马其顿人称之为波尔波罗斯。
τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής,
"Λῆμνον δʼ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος· "
καὶ
"ὅσσον Λέσβος ἄνω, μακάρων ἕδος, ἐντὸς ἐέργει· "
καί
"Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον· "
καὶ
"
οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα.
而诗人仿佛故意赞美这些岛屿并向我们推荐似地,歌唱道: “他来到了雷姆诺斯,神圣的托阿斯之城;” 并且 “凡是上方的莱斯博斯,那福乐之人的居所,所合围在内的;” 并且: “攻取了险峻的斯基罗斯,厄纽俄斯的城邦;” 并且: “那些来自杜利基翁和神圣的厄喀那得斯群岛的人,这些岛屿位于大海彼岸,面对着伊利斯。
"
καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.
” 而在显赫的人物中,诗人说最受神宠爱的埃俄洛斯、最聪明的奥德修斯、最勇敢的埃阿斯、最热情的阿尔基诺俄斯,都居住在岛屿上。