- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:4-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
不幸や追放といった逆境に対して、理性的・哲学的な態度で立ち向かうべきであると説く。さらに、人間は特定の都市に限定される存在ではなく「宇宙の市民」であり、自然の法則と神の支配下にある全宇宙こそが真の祖国であると主張する。
ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου1 τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως· "τὸν Δία δὲ πῶς ὕοντα;2 τὸν βορέαν δὲ πῶς;ʼ "πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρʼ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους,3 ὦ φίλε, οὓς Ὅμηρος ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δʼ ἄκρατα ῥεύματα τῶν κακῶν· ἀλλʼ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων.
したがって、喜劇の中で、ある人が不幸に遭った友人に、元気を出し運命に立ち向かうよう勧め、その友人が「どのようにして?」と尋ねると、「哲学的に」と答えるように、私たちもまた、ふさわしく哲学しながら、彼女(運命)に立ち向かおう。「では、雨を降らせるゼウスに対してはどうするのか?北風に対してはどうするのか?」私たちは火、風呂、上着、屋根を探す。なぜなら、私たちは雨に打たれながらただ座っていたり、泣いていたりするわけではないからだ。したがってあなたにとっても、人生のこの冷え切った部分を再び燃え上がらせ、温め直すことが、他の誰よりも可能なのである。他の助けを必要とするのではなく、現在あるものを理にかなって用いることによって。医学的な吸角は、身体から最も悪いものを取り除くことで、残りの部分を軽くし、救い出す。しかし、悲しみやすく不平を言いたがる人々は、自分の身の回りの最悪なことばかりを常に集めて思い巡らし、苦痛なことに執着することによって、最も役立つはずの時においてさえ、有益なものをも自分にとって無益なものにしてしまう。友よ、ホメロスが天に置かれていると言った、一方は良い運命、他方は悪い運命で満たされた二つの甕を、ゼウスが管理して座り、ある人々には穏やかで混ざり合った流れを、別の人々には混じり気のない災いの流れを送り出しているのではない。そうではなく、私たち自身のうち、理知のある人々は、良いものを汲み出して悪いものに混ぜ合わせることで、人生をより心地よく、飲みやすいものにするが、多くの人々にとっては、ふるいのように、最も悪いものが残り、へばりつき、より良いものは下に流れ去ってしまうのである。
διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον ἐκλεαίνοντας· ὧν δʼ ἡ φύσις4 οὐδὲν ἔχει κακὸν ἀλλʼ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομιζομένης πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδʼ οἶκος οὐδʼ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδʼ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δʼ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων, φυτὸν οὐκ ἔγγειον οὐδʼ ἀκίνητον ἀλλʼ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης, πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ Ἡρακλῆς εἶπεν "Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς." ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδʼ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος· ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν. "ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;" οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί, καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτʼ ἀλλοδαπός, ὅπου ταὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφʼ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δʼ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.
それゆえ、たとえ私たちが本当に何か悪いことや苦痛なことに遭遇したとしても、手元にあり残されている良いものから明るさと快活さを引き出し、自分自身のものによって、他者から来るものを和らげるべきである。しかし、その本性においては何ら悪いところはなく、苦痛を与えることのすべてが、虚しい思い込みから捏造されているものについては、お面を恐れる子供たちに対して、私たちがそれを近くに引き寄せ、手元に置いて、ひっくり返して見せることで、それを恐れないように慣れさせるのと同じように、私たちも近くで触れ、理性をしっかりと押し当てることで、その脆弱さ、虚しさ、そして悲劇仕立てにされていることを暴くべきである。例えば、現在あなたに起こっている、いわゆる祖国からの移転がそうである。というのも、アリストンが言ったように、本性上、祖国というものは存在しない。家も、畑も、鍛冶場も、また診療所も同様である。むしろ、これらの一つ一つは、そこに住み、それを利用する人に対して常にそのようになり、あるいはそのように名付けられ、呼ばれるのである。なぜなら、プラトンが言うように、人間は地上に生えた動けない植物ではなく、天の植物であり、頭という根が身体をまっすぐに立たせ、天に向けて逆さにされたものだからである。それゆえ、ヘラクレスが「アルゴス人かテバイ人か。私は特定の一個の都市に属すると誇ることはしない。ギリシア人のあらゆる砦が私の祖国なのだから」と言ったのは見事である。しかしソクラテスはさらに優れており、自分がアテナイ人でもギリシア人でもなく、宇宙の市民であると言った。それは、誰かが「ロドス人」あるいは「コリントス人」と言うようなものである。なぜなら、彼は自分をスニオン岬にも、タイナロン岬にも、ケラウニア山脈にも閉じ込めなかったからである。「お前は見えるか、高くそびえるこの無限のアイテールを、そして湿った腕で大地を包み込んでいるのを?」これらこそが私たちの祖国の境界であり、この中では誰も追放者でも、異邦人でも、外国人でもない。そこでは同じ火、水、空気が存在し、同じ支配者、管理者、執政者たち、すなわち太陽、月、明けの明星がいるのだから。すべての人に同じ法則が適用され、一つの命令と一つの指導のもとで、夏至、冬至、春分・秋分、プレアデス、アルクトゥルス、種まきの季節、植え付けの季節がある。そして唯一の王であり支配者である神は、万物の始まりと中間と終わりを保持し、本性に従って巡りながら、まっすぐに進まれる。そして神には、神の法から脱落した者たちを罰する「正義」が付き従っている。私たち人間は皆、本性上、すべての人間に対して同じ市民として接しているのである。
- 4ἐρομένου
主語が省略された絶対属格。文脈から、喜劇において不幸に遭遇した友人が「どのようにして?」と尋ねていることを指す。
- 4τὸν Δία δὲ πῶς ὕοντα;
疑問文。ここでは前文の動詞「対抗する(ἀμύνεσθαι)」が省略されており、「雨を降らせているゼウスに対してはどのように対抗するのか?」という意味になる。避寒や避雨の道具を求めるように、運命という自然現象に対しても哲学的に対処できることを示す。
- 600dτοὺς γὰρ δοιοὺς πίθους
文頭の対格名詞句。これは主節の動詞 κάθηται の文法的な直接目的語ではなく、分詞 ταμιεύων(管理する)の目的語である。
- 600dὧν δʼ ἡ φύσις
関係代名詞属格 ὧν は、主節の指示代名詞 ταῦτα を先行詞とする。「本性が悪を持たないもの(ὧν...)について、これら(ταῦτα)を暴き出す(ἀποκαλύπτειν)べきである(δεῖ)」という、非人称動詞を用いた構文。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 原文 2 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
