Humanitext Reader

普鲁塔克 · 论流放 §1-3

不幸中的有益言论与主观判断的影响

第 1 段,共 8 段 · 希腊语

内容简介

阐述在不幸中提供帮助的言语之重要性,并论证流放和名誉扫地等不幸并非具有客观的重量,而是通过人的主观判断来决定其轻重的。

§1τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας·
据说在言语之中,最优秀、最可靠的就像朋友一样,是在不幸中能提供切实帮助和扶持的言语。
ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλʼ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες·
因为确实有许多人来到受挫折者身边并与之交谈,但毫无用处,甚至反而有害,正如不会游泳的人企图去拯救溺水者,结果互相纠缠而一同沉没。
δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος.
然而,来自朋友和帮助者的言语,应当是安慰,而不是对痛苦之事的附和。
οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως· ὅπου δʼ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰπεῖν "οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ·
因为我们并不需要像悲剧合唱队那样,在不愿面对的灾祸中与我们一同流泪、一同哀悼的人,而是需要那些敢于直言并教导我们的人:为任何事情悲伤和自贬不仅是无益的,而且是虚妄和愚蠢的;但当事情本身经过理性的审视和揭示,允许人对自己说: “只要不自作主张,你并未遭受任何可怕之事。
" κομιδῇ γελοῖόν ἐστι, μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης.
” 完全荒谬的是,既不向肉体询问它遭受了什么,也不向灵魂询问它是否因这一变故而变得更糟,反而将那些在外部与我们一同悲伤、一同愤慨的人,作为悲伤的教师。
§2ὅθεν αὐτοὶ καθʼ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν, τὸ μὲν γὰρ·
ὅθεν 因此,让我们回到自己内心,把我们的变故像行李一样,检验每一件的重量。
σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν.
因为肉体是被压迫者的重担所压垮,而灵魂则常常从自身为事物加上重量。
ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέακαὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον.
石头天生是坚硬的,冰天生是寒冷的,并不是随随便便从外部带给它们这些抗拒力和冻结;但流放、名誉扫地和失去荣誉,正如相反的冠冕、官职和前排雅座一样,它们没有自己的本性,而是以我们的判断作为痛苦和快乐的尺度,每个人都使它们对自己而言或轻或重、或易于承受,或者相反。
ἔξεστι δʼ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο τοῦ δʼ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον πεποίηκε, " Σάρδιες, ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμην, κερνᾶς· ἦν τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα·
人们可以听到波吕尼克斯对这个问题的回答,也可以听到阿尔克曼的回答——正如那首墓志铭的作者所写的那样: “萨尔迪斯,父祖的古老家园,如果我是在你们之中被抚养长大,我可能只是个手持祭器的侍者,或者是身着金饰、击打着精美手鼓的阉人祭司。
νῦν δέ μοι Ἀλκμὰν οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω.
但如今我的名字叫阿尔克曼,我属于拥有众多三脚祭器的斯巴达,我从赫利孔的缪斯那里学到了本领,她们使我比僭主达斯库勒斯和居格斯还要伟大。
" τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.
” 因为舆论就像通用的货币一样,使同一件事对一人而言变得有用,而对另一人而言则变得难用且有害。
§3ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή.
ἔστω 就算流放是可怕的吧,正如众人所说和所唱的那样。
καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν· ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν.
事实上,食物中也有许多是苦涩、辛辣和刺激感官的;但我们通过往里掺和一些甜美和温和的东西,便能消除其难吃。
ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίγνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον.
也有一些颜色对视觉而言是痛苦的,由于其顽固的粗暴和强力,会导致视线模糊和目眩。
εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς, ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτʼ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον.
既然如此,如果我们为了治疗那不适而往它们之中掺入阴影,或者将视线转向一些翠绿而温和之物,那么对于各种变故,我们也可以这样做:将你目前拥有的有用和友善的事物与它们相融合,例如财富、朋友、闲暇以及生活必需品一无所缺。
οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες, ἤ, καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν, οἴκοι μετέχειν ἀλύπως.
因为我不认为在萨尔迪斯人之中,有很多不宁愿拥有你目前的境遇(哪怕伴随着流放),且乐于在异乡这样生活的人,他们绝不像蜗牛一样,紧贴着自己的外壳而没有任何其他好处,却只求无痛地分享家乡的事物。

词汇与语法注释

  1. 599aτῶν λόγων ἀρίστους — τῶν λόγων 是部分属格,修饰前面的 ἀρίστους καὶ βεβαιοτάτους,而 τοὺς ἐν ταῖς συμφοραῖς παρόντας... 是不定式 εἶναι 的实质主语。
  2. 599bοὐ γὰρ συνδακρυόντων — συνδακρυόντων καὶ συνεπιθρηνούντων 是属格现在分词,作为 χρείαν ἔχομεν(支配属格)的宾语,表示所需要的人或事物。
  3. 599cὅπου δʼ αὐτὰ τὰ πράγματα δίδωσιν — δίδωσιν 在此处作不及物或非人称用法,意为“允许”或“给予机会”,后接不定式 πρὸς ἑαυτὸν εἰπεῖν。
  4. 599dἕκαστος ἑαυτῷ κοῦφα καὶ βαρέα... — ἕκαστος 是 ποιεῖ 的主语。短语 κοῦφα καὶ βαρέα καὶ ῥᾴδια φέρειν 充当宾语补足语(或带不定式的对格结构),修饰前面的直接宾语 φυγὰς δὲ καὶ ἀδοξίας... 及其相反事物。
  5. 600aεἰ τοίνυν ἴαμα... ἐμίξαμεν... ἢ... ἀπεστρέψαμεν — 由 εἰ 引导并接过去不定过去时直陈式(ἐμίξαμεν, ἀπεστρέψαμεν)的条件从句,其主句使用的是现在时(τοῦτʼ ἔξεστι ποιεῖν)。这表示一种基于过去事实或假定前提的条件结构:“如果我们确实混合了……或转向了……那么现在就可以这样做。”

引用这一段

普鲁塔克, 论流放 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。