§11ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης,
εὖγʼ
εἶπεν
ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς.
因此,当芝诺听说他仅存的一艘船连同货物一起被大海吞没时, “好极了,他说,命运啊,你做得好,把我们逼到了粗布斗篷和哲学家的生活之中。
ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν.
” ¦603e 而一个完全没有虚荣心、也不盲从群众的人,我想,当他被逼到一座岛屿时,是不会抱怨命运的,反而会赞美命运,因为命运消除了他许多的焦躁、游荡、异国的彷徨、海上的危险和广场上的喧嚣,给予了他真正稳定、闲暇、不受干扰且属于自己的生活,用圆心和半径限制了对生活必需品的希求。
ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις;
因为有什么岛屿没有房屋、散步道、浴室、鱼和兔子,给那些想要在狩猎和游戏中娱乐的人使用呢?
τὸ μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκιςτυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν·
最伟大的事情——别人所渴望的宁静,常常是你可以得到的。 然而,即使人们在家里玩着棋子隐藏起来,谄媚告密者和多事之徒也会追踪并驱赶他们,把他们从郊区和花园强行拽到广场和法庭。
εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν.
而对于岛屿,没有人来打扰你,没有人来索求,没有人来借贷,没有人来恳求你做担保人,也没有人来邀请你共同竞选;而是出于好意和思念,你最亲近的亲友中最高尚的人会乘船而来;而你其余的生活,则是神圣不可侵犯的,留给那些乐意且学会了享受闲暇的人。
ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν
ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ μέτρα
φησὶν ὁ Ἡράκλειτος· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.
至于那些羡慕在外面奔波、把生命的大部分时间浪费在旅馆和渡船上的人的人,就像认为行星比恒星过得更好的人一样;然而,每一个行星都在一个天球里,仿佛在岛屿上运行一样,维持着自己的秩序: “因为太阳不会逾越他的限度,” 赫拉克利特说道, “否则,正义的助手复仇女神们将会找到他。
§12ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα; "πόντος ἁλὸς, ὃ πολεῖς ἀέκοντας ἐρύκει·
” 但是,我的朋友,这些话以及诸如此类的话,让我们对那些人说并向那些人吟唱吧,对他们而言,被流放到岛上使得其他事物无法交融: “大海的深渊,违心地留住了许多人。
"
σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλʼ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις.
” 但对你而言,不仅不只是给你一个地方,反而是(仅仅)禁止你待在一个地方,因此,被一个城市禁止,就是获得了所有城市的自由。
ἀλλὰ μὴν τῷ
οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδʼ ἀγωνοθετοῦμεν
ἀντίθες τὸ
οὐ στασιάζομεν οὐδʼ ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος·
确实,对于: “我们不统治,不当议员,也不主持竞技” 这句话,你要对置以: “我们不搞党争,不浪费财富,也不守候在统治者的门前。
οὐδὲν οὖν μέλει ἡμῖν, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ ἐπαχθής.
” 因此,谁被分配了该行省,他是暴躁还是令人厌烦,都与我们毫无关系。
ἀλλʼ ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών
"
ἣδε δʼ ὥστʼ ὄνου ῥάχις
ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής,
"
οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν.
但是我们,就像阿基罗科斯忽视了萨索斯岛果实累累和种满葡萄的土地,却因为它的崎岖和不平而诋毁这座岛屿,说道: “这岛屿就像驴子的脊梁骨,戴着荒野森林的冠冕,” 同样地,我们因为把注意力集中在流放的一个方面,即不名誉的方面,而忽视了无事一身轻、闲暇以及自由。
καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος.
然而,人们曾羡慕波斯国王们在巴比伦度过冬天,在米底亚度过夏天,在苏萨度过春天最惬意的时光。
ἔξεστι δήπου καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ Νέμεʼ ἐν Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος·
对于被迁居的人来说,如果他喜欢观光,当然也可以在举行秘仪时在埃莱夫西斯停留,在举行酒神节时在雅典停留,在比萨庆祝奥运会,在阿耳戈斯庆祝尼美亚竞技会,在皮提亚竞技会举行时前往德尔斐,在地峡竞技会举行时前往科林斯;如果不想去,则有闲暇、散步、阅读和无扰的睡眠。
τὸ τοῦ Διογένους
Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει
μήτε πραγματείας μήτʼ ἄρχοντος μήθʼ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.
正如第欧根尼所说: “亚里士多德在菲利普认为合适的时候进餐,而第欧根尼在第欧根尼认为合适的时候进餐,” 既没有事务,也没有官员或统治者来打乱他习惯的生活方式。