§16ἀλλʼ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθʼ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος·
但是,由于欧里庇得斯那似乎在指责流放的话语强烈地动摇了许多人,让我们看看他在问答中所说的话。
ταῦτα πρώτως οὐκ ὀρθῶς οὐδʼ ἀληθῶς ἀξιοῦται.
首先,这些主张既不正确,也不符合事实。
πρῶτον μὲν γὰρ οὐ δούλου τὸ
μὴ λέγειν ἅ τις φρονεῖ,
ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε
"σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές.
因为第一,“不说出自己的想法”不是奴隶的特征,而是一个有理智的人在需要保守秘密和保持沉默的时刻和环境中所表现出来的行为,正如他自己别处说得更好的那样: “在必要处保持沉默,在安全处说话。
"
ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν· ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται·
” 第二,承受统治者的无知,留在家里的人绝不比流放者承受得少;相反,留在家里的人往往比那些已经离开的人更害怕城市里那些不公地通过诽谤或诉诸武力来行使权力的人。 但最重大且最荒谬的是,如果他剥夺了流放者的言论自由。
θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν
ἡ πατρίς σε τοιοῦτον ὄντʼ ἐξέβαλε,
ναί
εἶπε
μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον.
因为,如果狄奥多罗斯没有言论自由,那将是令人惊异的,当国王利西马科斯对他说: “你的祖国驱逐了你,因为你是这样的人。 ” 他回答道: “是的,因为祖国无法承受我,就像塞墨勒无法承受狄奥尼索斯一样。
ἐπιδείξαντος δʼ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντος
οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας·
” 当国王向他展示关在铁笼里、被挖去双眼、削去鼻子和耳朵、割掉舌头的特勒斯福罗斯,并说道: “我就这样处置那些加害于我的人。
τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;
” 狄奥多罗斯回答道: “这与狄奥多罗斯何干? 他是腐烂在地上,还是腐烂在地下?
τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς;
” 还有,第欧根尼难道没有言论自由吗? 当腓力进军与希腊人作战时,他走进腓力的军营,被作为间谍带到腓力面前。
κατάσκοπος, ναί, κατάσκοπος ἔφη
τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος;
他说道:“是的,我是作为间谍来刺探你的贪婪和愚蠢的,因为你竟在极短的时间内,同时拿霸权和生命作赌注掷骰子。
τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών
σὺ τί κρέας λέγει σκοπεῖς, οὐ τί νοῦν ἔχων ἄνθρωπος;
” 还有,迦太基人汉尼拔,尽管他身处流放,难道不对安条克国王使用言论自由吗? 当机会来临,他敦促国王进攻敌人时,国王祭祀后说内脏不祥因而阻碍行动,汉尼拔便责备他说: “你竟然去看一块肉说了什么,而不是看一个有理智的人说了什么?
ἀλλʼ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν ἀνθρώπων;
” 其实,流放连几何学家和数学家的言论自由都没有剥夺,当他们谈论自己所知和所学的事物时;又遑论高尚而善良的人呢?
ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν
ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ.
相反,是卑劣的灵魂在一切地方堵住声音、扭转舌头、扼杀并迫使人保持沉默。
τὰ δʼ ἑξῆς τοῦ Εὐριπίδου ποῖὰ τινʼ ἐστίν;
那么,欧里庇得斯接下来的话是什么样的呢?
καὶ τοῦτο τῆς ἀβελτερίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν.
这同样也是对愚蠢的控告,而非对流放的指责。
οὐ γὰρ οἱ μαθόντες οὐδʼ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλʼ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι.
因为漂流在希望的筏子上的,不是那些学会并懂得利用眼前事物的人,而是那些总是悬挂在未来、渴望得不到之物的人,即使他们从未走到城墙之外。
""
ταῦτʼ ἢδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ
"
πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δʼ ἐμοὶ
διδόντες.
“” 这些话已经是波吕涅克斯忘恩负义的表现了。 他控诉高贵的出身带来耻辱,流放带来没有朋友的处境。 然而,他正因为出身高贵,虽在流放中却被认为配得上王室的婚礼,并且在朋友的盟军和如此强大的力量保护下出征,正如他自己不久后承认的那样: “许多丹那俄斯人和迈锡尼人的领袖都在场,给予我这痛苦却必要的恩惠。
"
ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης· "
ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα
γόνιμον ἐν γάμοις,
ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς·
” 同样,他那叹息的母亲的话也是如此: “而我既没有在婚礼上为你点燃繁衍子嗣的火,伊斯墨诺斯河也没有在无婚礼歌的情况下操办那沐浴之仪的华丽。
. "
ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν·
” 得知儿子住在如此宏伟的王宫里,她本该高兴和满足。
ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθʼ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν.
但她却哀悼未点燃的火炬和未提供沐浴水的伊斯墨诺斯河,仿佛在阿耳戈斯结婚的人既没有水也没有火。 她将虚荣和愚蠢所带来的害处归咎于流放。